|
Psalm 36
|
Κεφάλαιο 36
|
|
1
|
1
|
| A Psalm of David. Fret not thyself because of evil-doers, neither be envious of them that do iniquity. | Τῷ Δαυΐδ. ΜΗ ΠΑΡΑΖΗΛΟΥ ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν· |
|
2
|
2
|
| For they shall soon be withered as the grass, and shall soon fall away as the green herbs. | ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. |
|
3
|
3
|
| Hope in the Lord, and do good; and dwell on the land, and thou shalt be fed with the wealth of it. | ἔλπισον ἐπὶ Κύριον καὶ ποίει χρηστότητα καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς. |
|
4
|
4
|
| Delight thyself in the Lord; and he shall grant thee the requests of thine heart. | κατατρύφησον τοῦ Κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. |
|
5
|
5
|
| Disclose thy way to the Lord, and hope in him; and he shall bring it to pass. | ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου καὶ ἔλπισον ἐπ᾿ αὐτόν, καὶ αὐτὸς ποιήσει |
|
6
|
6
|
| And he shall bring forth thy righteousness as the light, and thy judgment as the noon-day. | καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν. |
|
7
|
7
|
| Submit thyself to the Lord, and supplicate him: fret not thyself because of him that prospers in his way, at the man that does unlawful deeds. | ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτόν· μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν. |
|
8
|
8
|
| Cease from anger, and forsake wrath: fret not thyself so as to do evil. | παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμόν, μὴ παραζήλου ὥστε πονηρεύεσθαι· |
|
9
|
9
|
| For evil-doers shall be destroyed: but they that wait on the Lord, they shall inherit the land. | ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται, οἱ δὲ ὑπομένοντες τὸν Κύριον αὐτοὶ κληρονομήσουσι γῆν. |
|
10
|
10
|
| And yet a little while, and the sinner shall not be, and thou shalt seek for his place, and shalt not find it. | καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς· |
|
11
|
11
|
| But the meek shall inherit the earth; and shall delight themselves in the abundance of peace. | οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. |
|
12
|
12
|
| The sinner will watch for the righteous, and gnash his teeth upon him. | παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ᾿ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ· |
|
13
|
13
|
| But the Lord shall laugh at him: for he foresees that his day will come. | ὁ δὲ Κύριος ἐκγελάσεται αὐτόν, ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ. |
|
14
|
14
|
| Sinners have drawn their swords, they have bent their bow, to cast down the poor and needy one, and to slay the upright in heart. | ρομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί, ἐνέτειναν τόξον αὐτῶν τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ· |
|
15
|
15
|
| Let their sword enter into their own heart, and their bows be broken. | ἡ ρομφαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν καὶ τὰ τόξα αὐτῶν συντριβείη. |
|
16
|
16
|
| A little is better to the righteous than abundant wealth of sinners. | κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν· |
|
17
|
17
|
| For the arms of sinners shall be broken; but the Lord supports the righteous. | ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται, ὑποστηρίζει δὲ δικαίους ὁ Κύριος. |
|
18
|
18
|
| The Lord knows the ways of the perfect; and their inheritance shall be for ever. | γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων, καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται· |
|
19
|
19
|
| They shall not be ashamed in an evil time; and in days of famine they shall be satisfied. | οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται. |
|
20
|
20
|
| For the sinners shall perish; and the enemies of the Lord at the moment of their being honoured and exalted have utterly vanished like smoke. | ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται, οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον. |
|
21
|
21
|
| The sinner borrows, and will not pay again: but the righteous has compassion, and gives. | δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει, ὁ δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν· |
|
22
|
22
|
| For they that bless him shall inherit the earth; and they that curse him shall be utterly destroyed. | ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν, οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται. |
|
23
|
23
|
| The steps of a man are rightly ordered by the Lord: and he will take pleasure in his way. | παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει σφόδρα· |
|
24
|
24
|
| When he falls, he shall not be ruined: for the Lord supports his hand. | ὅταν πέσῃ, οὐ καταῤῥαχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. |
|
25
|
25
|
| I was once young, indeed I am now old; yet I have not seen the righteous forsaken, nor his seed seeking bread. | νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους· |
|
26
|
26
|
| He is merciful, and lends continually; and his seed shall be blessed. | ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται. |
|
27
|
27
|
| Turn aside from evil, and do good; and dwell for ever. | ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος· |
|
28
|
28
|
| For the Lord loves judgment, and will not forsake his saints; they shall be preserved for ever: the blameless shall be avenged, but the seed of the ungodly shall be utterly destroyed. | ὅτι Κύριος ἀγαπᾷ κρίσιν καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ, εἰς τὸν αἰῶνα φυλαχθήσονται· ἄνομοι δὲ ἐκδιωχθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται. |
|
29
|
29
|
| But the righteous shall inherit the earth, and dwell upon it for ever. | δίκαιοι δὲ κληρονομήσουσι γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ᾿ αὐτῆς. |
|
30
|
30
|
| The mouth of the righteous will meditate wisdom, and his tongue will speak of judgment. | στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. |
|
31
|
31
|
| The law of his God is in his heart; and his steps shall not slide. | ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ. |
|
32
|
32
|
| The sinner watches the righteous, and seeks to slay him. | κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν, |
|
33
|
33
|
| But the Lord will not leave him in his hands, nor by any means condemn him when he is judged. | ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὐδὲ μὴ καταδικάσηται αὐτόν, ὅταν κρίνηται αὐτῷ. |
|
34
|
34
|
| Wait on the Lord, and keep his way, and he shall exalt thee to inherit the land: when the wicked are destroyed, thou shalt see it. | ὑπόμεινον τὸν Κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν· ἐν τῷ ἐξολοθρεύεσθαι ἁμαρτωλοὺς ὄψει. |
|
35
|
35
|
| I saw the ungodly very highly exalting himself, and lifting himself up like the cedars of Libanus. | εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· |
|
36
|
36
|
| Yet I passed by, and lo! he was not: and I sought him, but his place was not found. | καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. |
|
37
|
37
|
| Maintain innocence, and behold uprightness: for there is a remnant to the peaceable man. | φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ· |
|
38
|
38
|
| But the transgressors shall be utterly destroyed together: the remnants of the ungodly shall be utterly destroyed. | οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται ἐπὶ τὸ αὐτό, τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολοθρευθήσονται. |
|
39
|
39
|
| But the salvation of the righteous is of the Lord; and he is their defender in the time of affliction. | σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίου, καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως, |
|
40
|
40
|
| And the Lord shall help them, and deliver them: and he shall rescue them from sinners, and save them, because they have hoped in him. | καὶ βοηθήσει αὐτοῖς Κύριος καὶ ῥύσεται αὐτοὺς καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν καὶ σώσει αὐτούς, ὅτι ἤλπισαν ἐπ᾿ αὐτόν. |
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.