|
Κεφάλαιο 27
|
Глава́ к҃з
|
|
1
|
1
|
| (Μασ. Ν΄ .) ΛΟΓΟΣ Κυρίου ὃν ἐλάλησεν ἐπὶ Βαβυλῶνα. | Въ нача́лѣ ца́рства і҆ѡакі́ма сы́на і҆ѡсі́ина, царѧ̀ і҆ꙋ́дина, бы́сть сло́во сїѐ ко і҆еремі́и ѿ гдⷭ҇а гл҃ѧ: |
|
2
|
2
|
| ᾿Αναγγείλατε ἐν τοῖς ἔθνεσι καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε, εἴπατε· ἑάλωκε Βαβυλών, κατῃσχύνθη Βῆλος ἡ ἀπτόητος, ἡ τρυφερὰ παρεδόθη Μαρωδάχ. | та́кѡ речѐ гдⷭ҇ь: сотворѝ себѣ̀ оу҆́зы и҆ кла̑ды и҆ возложѝ на вы́ю свою̀, |
|
3
|
3
|
| ὅτι ἀνέβη ἐπ’ αὐτὴν ἔθνος ἀπὸ βορρᾶ· οὗτος θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμόν, καὶ οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους. | и҆ да по́слеши ѧ҆̀ ко царю̀ і҆дꙋме́йскꙋ и҆ ко царю̀ мѡа́вскꙋ и҆ ко царю̀ сынѡ́въ а҆ммѡ́нихъ, и҆ ко царю̀ тѵ́рскꙋ и҆ ко царю̀ сїдѡ́нскꙋ, въ рꙋкꙋ̀ послѡ́въ и҆́хъ и҆дꙋ́щихъ срѣ́тенїемъ свои́мъ во і҆ерⷭ҇ли́мъ ко седекі́и царю̀ і҆ꙋ́динꙋ, |
|
4
|
4
|
| ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ ᾿Ισραήλ, αὐτοὶ καὶ οἱ υἱοὶ ᾿Ιούδα ἐπὶ τὸ αὐτό· βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν Κύριον Θεὸν αὐτῶν ζητοῦντες. | и҆ завѣща́й и҆̀мъ ко господє́мъ и҆́хъ рещѝ: та́кѡ речѐ гдⷭ҇ь бг҃ъ і҆и҃левъ: та́кѡ рцы́те ко господє́мъ свои̑мъ: |
|
5
|
5
|
| ἕως Σιὼν ἐρωτήσουσι τὴν ὁδόν, ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσι· καὶ ἥξουσι καὶ καταφεύξονται πρὸς Κύριον τὸν Θεόν, διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται. | а҆́зъ сотвори́хъ зе́млю и҆ человѣ́ка и҆ скоты̀, ꙗ҆̀же на лицы̀ землѝ, крѣ́постїю мое́ю вели́кою и҆ мы́шцею мое́ю высо́кою, и҆ да́мъ ю҆̀, є҆мꙋ́же бꙋ́детъ оу҆го́дно пред̾ ѻ҆чи́ма мои́ма. |
|
6
|
6
|
| πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἔξωσαν αὐτούς, ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάθοντο κοίτης αὐτῶν. | И҆ нн҃ѣ а҆́зъ да́хъ всю̀ зе́млю сїю̀ въ рꙋ́цѣ навꙋходоно́сорꙋ царю̀ вавѷлѡ́нскꙋ, да є҆мꙋ̀ рабо́таютъ, и҆ ѕвѣ̑ри сє́лныѧ да́хъ дѣ́лати є҆мꙋ̀: |
|
7
|
7
|
| πάντες οἱ εὑρίσκοντες αὐτοὺς ἀνήλισκον αὐτούς, οἱ ἐχθροὶ αὐτῶν εἶπαν· μὴ ἀνῶμεν αὐτούς· ἀνθ’ ὧν ἥμαρτον τῷ Κυρίῳ νομὴ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν. | и҆ послꙋ́жатъ є҆мꙋ̀ всѝ ꙗ҆зы́цы и҆ сы́нꙋ є҆гѡ̀ и҆ сы́нꙋ сы́на є҆гѡ̀, до́ндеже прїи́детъ вре́мѧ землѝ є҆гѡ̀ и҆ є҆гѡ̀ самогѡ̀, и҆ послꙋ́жатъ є҆мꙋ̀ мно́зи наро́ди и҆ ца́рїе вели́цы: |
|
8
|
8
|
| ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλῶνος καὶ ἀπὸ γῆς Χαλδαίων καὶ ἐξέλθατε καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων. | страна́ же и҆ ца́рство, є҆ли́цы а҆́ще не порабо́таютъ царю̀ вавѷлѡ́нскꙋ и҆ є҆ли́цы не вдѣ́жꙋтъ вы́и своеѧ̀ въ ꙗ҆ре́мъ царѧ̀ вавѷлѡ́нска, мече́мъ и҆ гла́домъ посѣщꙋ̀ и҆̀хъ, речѐ гдⷭ҇ь, до́ндеже сконча́ютсѧ въ рꙋцѣ̀ є҆гѡ̀. |
|
9
|
9
|
| ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐθνῶν ἐκ γῆς βορρᾶ, καὶ παρατάξονται αὐτῇ· ἐκεῖθεν ἁλώσεται, ὡς βολὶς μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή. | Вы́ же не слꙋ́шайте лжепрорѡ́къ ва́шихъ и҆ волхвꙋ́ющихъ ва́мъ и҆ ви́дѧщихъ сѡ́нїѧ ва́мъ, ни чарова́нїй ва́шихъ, ни ѡ҆баѧ́телей ва́шихъ глаго́лющихъ: не послꙋ́жите царю̀ вавѷлѡ́нскомꙋ: |
|
10
|
10
|
| καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν, πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται, | ꙗ҆́кѡ лжꙋ̀ прорица́ютъ ті́и ва́мъ, є҆́же бы оу҆дали́тисѧ ва́мъ ѿ землѝ ва́шеѧ, и҆зве́ргнꙋти ва́съ и҆ є҆́же поги́бнꙋти ва́мъ. |
|
11
|
11
|
| ὅτι ηὐφραίνεσθε καὶ κατεκαυχᾶσθε διαρπάζοντες τὴν κληρονομίαν μου, διότι ἐσκιρτᾶτε ὡς βοΐδια ἐν βοτάνῃ καὶ ἐκερατίζετε ὡς ταῦροι. | Страна́ же, ꙗ҆́же скло́нитъ вы́ю свою̀ под̾ ꙗ҆ре́мъ царѧ̀ вавѷлѡ́нска и҆ послꙋ́житъ є҆мꙋ̀, ѡ҆ста́влю ю҆̀ на землѝ свое́й, гл҃етъ гдⷭ҇ь: и҆ ѡ҆ра́ти бꙋ́детъ ю҆̀ и҆ всели́тсѧ на не́й. |
|
12
|
12
|
| ᾐσχύνθη ἡ μήτηρ ὑμῶν σφόδρα, ἐνετράπη ἡ τεκοῦσα ὑμᾶς μήτηρ ἐπ’ ἀγαθὰ ἐσχάτη ἐθνῶν ἔρημος. | И҆ ко седекі́и царю̀ і҆ꙋ́динꙋ глаго́лахъ по всѣ̑мъ словесє́мъ си̑мъ, глаго́лѧ: склони́те вы̑и ва́шѧ под̾ и҆́го царѧ̀ вавѷлѡ́нска и҆ слꙋжи́те є҆мꙋ̀ и҆ лю́демъ є҆гѡ̀, и҆ жи́ви бꙋ́дете: |
|
13
|
13
|
| ἀπὸ ὀργῆς Κυρίου οὐ κατοικηθήσεται. καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα, καὶ πᾶς ὁ διοδεύων διὰ Βαβυλῶνος σκυθρωπάσει καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς. | почто̀ оу҆мира́ете, ты̀ и҆ лю́дїе твоѝ, мече́мъ и҆ гла́домъ и҆ мо́ромъ, ꙗ҆́коже речѐ гдⷭ҇ь ко страна́мъ, не хотѣ́вшымъ слꙋжи́ти царю̀ вавѷлѡ́нскꙋ; |
|
14
|
14
|
| παρατάξασθε ἐπὶ Βαβυλῶνα κύκλῳ, πάντες τείνοντες τόξον· τοξεύσατε ἐπ’ αὐτήν, μὴ φείσησθε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν. | не послꙋ́шайте сло́въ проро́кѡвъ глаго́лющихъ ва́мъ: не послꙋ́жите царю̀ вавѷлѡ́нскꙋ: |
|
15
|
15
|
| κατακρατήσατε αὐτήν· παρελύθησαν αἱ χεῖρες αὐτῆς, ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς, ὅτι ἐκδίκησις παρὰ Θεοῦ ἐστιν· ἐκδικεῖτε ἐπ’ αὐτήν· καθὼς ἐποίησε, ποιήσατε αὐτῇ. | ꙗ҆́кѡ непра́веднѡ ті́и прорица́ютъ ва́мъ: ꙗ҆́кѡ не посла́хъ и҆́хъ, речѐ гдⷭ҇ь, ті́и же прорица́ютъ и҆́менемъ мои́мъ ѡ҆ непра́вдѣ, є҆́же бы погꙋби́ти ва́съ, и҆ поги́бнете вы̀ и҆ проро́цы ва́ши, прорица́ющїи ва́мъ ѡ҆ непра́вдѣ лѡ́жнаѧ. |
|
16
|
16
|
| ἐξολοθρεύσασθε σπέρμα ἐκ Βαβυλῶνος, κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ· ἀπὸ προσώπου μαχαίρας ῾Ελληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσι καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ φεύξεται. | Ва́мъ и҆ всѣ̑мъ лю́демъ си̑мъ и҆ жерцє́мъ глаго́лахъ, рекі́й: та́кѡ речѐ гдⷭ҇ь: не слꙋ́шайте слове́съ проро́ческихъ, прорица́ющихъ ва́мъ лжꙋ̀ и҆ глаго́лющихъ: сѐ, сосꙋ́ди до́мꙋ гдⷭ҇нѧ возвратѧ́тсѧ ѿ вавѷлѡ́на нн҃ѣ вско́рѣ: ꙗ҆́кѡ лжꙋ̀ прорица́ютъ ва́мъ, |
|
17
|
17
|
| Πρόβατον πλανώμενον ᾿Ισραήλ, λέοντες ἔξωσαν αὐτόν· ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς ᾿Ασσοὺρ καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος. | не послꙋ́шайте и҆́хъ, но слꙋжи́те царю̀ вавѷлѡ́нскомꙋ, да жи́ви бꙋ́дете. Вскꙋ́ю даетѐ гра́дъ се́й въ запꙋстѣ́нїе; |
|
18
|
18
|
| διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐπὶ τὴν γῆν αὐτοῦ, καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα ᾿Ασσούρ. | А҆́ще сꙋ́ть проро́цы и҆ є҆́сть сло́во гдⷭ҇не въ ни́хъ, да предста́нꙋтъ гдⷭ҇ꙋ вседержи́телю, да не ѿи́дꙋтъ сосꙋ́ди, ѡ҆ста́вшїисѧ въ домꙋ̀ гдⷭ҇ни и҆ въ домꙋ̀ царѧ̀ і҆ꙋ́дина и҆ во і҆ерⷭ҇ли́мѣ, въ вавѷлѡ́нъ. |
|
19
|
19
|
| καὶ ἀποκαταστήσω τὸν ᾿Ισραὴλ εἰς τὴν νομὴν αὐτοῦ, καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ καὶ ἐν ὄρει ᾿Εφραὶμ καὶ ἐν τῷ Γαλαὰδ καὶ πλησθήσεται ἡ ψυχὴ αὐτοῦ. | Та́кѡ бо гл҃етъ гдⷭ҇ь вседержи́тель ѡ҆ столпѣ́хъ и҆ ѡ҆ оу҆мыва́лницѣ, и҆ ѡ҆ подста́вахъ и҆ ѡ҆ про́чихъ сосꙋ́дѣхъ ѡ҆ста́вшихсѧ во гра́дѣ се́мъ, |
|
20
|
20
|
| ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ζητήσουσι τὴν ἀδικίαν ᾿Ισραήλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας ᾿Ιούδα, καὶ οὐ μὴ εὑρεθῶσιν, ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελειμμένοις ἐπὶ τῆς γῆς, λέγει Κύριος. — | и҆́хже не взѧ̀ навꙋходоно́соръ ца́рь вавѷлѡ́нскїй, є҆гда̀ преселѝ і҆ехоні́ю сы́на і҆ѡакі́мова, царѧ̀ і҆ꙋ́дина, и҆з̾ і҆ерⷭ҇ли́ма въ вавѷлѡ́нъ, и҆ всѧ̑ старѣ̑йшины і҆ꙋ̑дины и҆ і҆ерⷭ҇ли̑мли. |
|
21
|
21
|
| Πικρῶς ἐπίβηθι ἐπ’ αὐτὴν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπ’ αὐτήν· ἐκδίκησον, μάχαιρα, καὶ ἀφάνισον, λέγει Κύριος, καὶ ποίει κατὰ πάντα, ὅσα ἐντέλλομαί σοι. | Та́кѡ бо гл҃етъ гдⷭ҇ь вседержи́тель бг҃ъ і҆и҃левъ ѡ҆ сосꙋ́дѣхъ ѡ҆ста́вшихсѧ въ домꙋ̀ гдⷭ҇ни и҆ въ домꙋ̀ царѧ̀ і҆ꙋ́дина и҆ во і҆ерⷭ҇ли́мѣ: |
|
22
|
22
|
| φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων. | въ вавѷлѡ́нъ принесꙋ́тсѧ и҆ та́мѡ бꙋ́дꙋтъ да́же до днѐ посѣще́нїѧ своегѡ̀, гл҃етъ гдⷭ҇ь: и҆ повелю̀ принестѝ ѧ҆̀ и҆ возврати́ти на мѣ́сто сїѐ. |
|
23
|
|
| πῶς ἐκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς; πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν; | |
|
24
|
|
| ἐπιθήσονταί σοι, καὶ ἁλώσῃ, ὦ Βαβυλών, καὶ οὐ γνώσῃ· εὑρέθης καὶ ἐλήφθης, ὅτι τῷ Κυρίῳ ἀντέστης. | |
|
25
|
|
| ἤνοιξε Κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκε τὰ σκεύη ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ Κυρίῳ Θεῷ ἐν γῇ Χαλδαίων, | |
|
26
|
|
| ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολοθρεύσατε αὐτήν, μὴ γενέσθω αὐτῆς κατάλειμμα. | |
|
27
|
|
| ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς, καὶ καταβήτωσαν εἰς σφαγήν· οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν καὶ καιρὸς ἐκδικήσεως αὐτῶν. | |
|
28
|
|
| φωνὴ φευγόντων καὶ ἀνασῳζομένων ἐκ γῆς Βαβυλῶνος τοῦ ἀναγγεῖλαι εἰς Σιὼν τὴν ἐκδίκησιν παρὰ Κυρίου Θεοῦ ἡμῶν. | |
|
29
|
|
| παραγγείλατε ἐπὶ Βαβυλῶνα πολλοῖς, παντὶ ἐντείνοντι τόξον· παρεμβάλλετε ἐπ’ αὐτὴν κυκλόθεν, μὴ ἔστω αὐτοῖς ἀνασῳζόμενος· ἀνταπόδοτε αὐτῇ κατὰ τὰ ἔργα αὐτῆς, κατὰ πάντα, ὅσα ἐποίησε, ποιήσατε αὐτῇ, ὅτι πρὸς Κύριον ἀντέστη Θεὸν ἅγιον τοῦ ᾿Ισραήλ. | |
|
30
|
|
| διὰ τοῦτο πεσοῦνται οἱ νεανίσκοι αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτῆς ριφήσονται, εἶπε Κύριος. | |
|
31
|
|
| ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν, λέγει Κύριος, ὅτι ἥκει ἡ ἡμέρα σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου· | |
|
32
|
|
| καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ πεσεῖται, καὶ οὐδεὶς ἔσται ὁ ἀνιστῶν αὐτήν· καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς. | |
|
33
|
|
| Τάδε λέγει Κύριος· καταδεδυνάστευνται οἱ υἱοὶ ᾿Ισραὴλ καὶ οἱ υἱοὶ ᾿Ιούδα ἅμα, πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς, ὅτι οὐκ ἠθέλησαν ἐξαποστεῖλαι αὐτούς. | |
|
34
|
|
| καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός, Κύριος παντοκράτωρ ὄνομα αὐτῷ· κρίσιν κρινεῖ πρὸς τοὺς ἀντιδίκους αὐτοῦ, ὅπως ἐξάρῃ τὴν γῆν, καὶ παροξυνεῖ τοῖς κατοικοῦσι Βαβυλῶνα. | |
|
35
|
|
| μάχαιραν ἐπὶ τοὺς Χαλδαίους καὶ ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα καὶ ἐπὶ τοὺς μεγιστᾶνας αὐτῆς καὶ ἐπὶ τοὺς συνετοὺς αὐτῆς· | |
|
36
|
|
| μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῆς, καὶ παραλυθήσονται· μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτῶν καὶ ἐπὶ τὰ ἅρματα αὐτῶν· | |
|
37
|
|
| μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῶν καὶ ἐπὶ τὸν σύμμεικτον τὸν ἐν μέσῳ αὐτῆς, καὶ ἔσονται ὡσεὶ γυναῖκες· μάχαιραν ἐπὶ τοὺς θησαυροὺς αὐτῆς, καὶ διασκορπισθήσονται. | |
|
38
|
|
| ἐπὶ τῷ ὕδατι αὐτῆς ἐπεποίθει καὶ καταισχυνθήσονται, ὅτι γῆ τῶν γλυπτῶν ἐστι, καὶ ἐν ταῖς νήσοις, οὗ κατεκαυχῶντο. | |
|
39
|
|
| διὰ τοῦτο κατοικήσουσιν ἰνδάλματα ἐν ταῖς νήσοις, καὶ κατοικήσουσιν ἐν αὐτῇ θυγατέρες σειρήνων· οὐ μὴ κατοικηθῇ οὐκέτι εἰς τὸν αἰῶνα. | |
|
40
|
|
| καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα καὶ τὰς ὁμορούσας αὐταῖς, εἶπε Κύριος, οὐ μὴ κατοικήσει ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ παροικήσει ἐκεῖ υἱὸς ἀνθρώπου. | |
|
41
|
|
| ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνος μέγα καὶ βασιλεῖς πολλοὶ ἐξεγερθήσονται ἀπ’ ἐσχάτου τῆς γῆς, | |
|
42
|
|
| τόξον καὶ ἐγχειρίδιον ἔχοντες· ἰταμός ἐστι καὶ οὐ μὴ ἐλεήσῃ· ἡ φωνὴ αὐτῶν ὡς θάλασσα ἠχήσει, ἐφ’ ἵπποις ἱππάσονται παρεσκευασμένοι, ὥσπερ πῦρ, εἰς πόλεμον πρὸς σέ, θύγατερ Βαβυλῶνος. | |
|
43
|
|
| ἤκουσε βασιλεὺς Βαβυλῶνος τὴν ἀκοὴν αὐτῶν, καὶ παρελύθησαν αἱ χεῖρες αὐτοῦ· θλῖψις κατεκράτησεν αὐτοῦ, ὠδῖνες ὡς τικτούσης. | |
|
44
|
|
| ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ τοῦ ᾿Ιορδάνου εἰς τόπον Αἰθάμ, ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ’ αὐτῆς καὶ πάντα νεανίσκον ἐπ’ αὐτὴν ἐπιστήσω. ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου; | |
|
45
|
|
| διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν Κυρίου, ἣν βεβούλευται ἐπὶ Βαβυλῶνα, καὶ λογισμοὺς αὐτοῦ, οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους· ἐὰν μὴ διαφθαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν, ἐὰν μὴ ἀφανισθῇ νομὴ ἀπ’ αὐτῶν. | |
|
46
|
|
| ὅτι ἀπὸ φωνῆς ἁλώσεως Βαβυλῶνος σεισθήσεται ἡ γῆ, καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.