|
Κεφάλαιο 39
|
Глава́ л҃ѳ
|
|
1
|
1
|
| (Μασ. ΛΒ´) Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ιερεμίαν ἐν τῷ ἐνιαυτῷ δεκάτῳ βασιλεῖ Σεδεκίᾳ, οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος· | И҆ бы́сть въ девѧ́тое лѣ́то седекі́и царѧ̀ і҆ꙋ́дина, въ мцⷭ҇ъ десѧ́тый, прїи́де навꙋходоно́соръ ца́рь вавѷлѡ́нскїй и҆ всѧ̀ си́ла є҆гѡ̀ на і҆ерⷭ҇ли́мъ, и҆ воева́хꙋ на́нь. |
|
2
|
2
|
| καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ ῾Ιερουσαλήμ, καὶ ῾Ιερεμίας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς, ἥ ἐστιν ἐν οἴκῳ βασιλέως, | И҆ въ первоена́десѧть лѣ́то седекі́и, въ мцⷭ҇ъ четве́ртый, въ девѧ́тый де́нь мцⷭ҇а, разсѣ́десѧ гра́дъ. |
|
3
|
3
|
| ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκίας λέγων· διατί σὺ προφητεύεις λέγων; οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶ βασιλέως Βαβυλῶνος, καὶ λήψεται αὐτήν, | И҆ внидо́ша всѝ кнѧ̑зи царѧ̀ вавѷлѡ́нска и҆ сѣдо́ша во вратѣ́хъ сре́днихъ, ниргелсараса́ръ, самага́дъ, навꙋсаха́ръ, навꙋсарі́съ, нагарга́съ, насерравама́гъ, и҆ про́чїи воевѡ́ды царѧ̀ вавѷлѡ́нскагѡ. |
|
4
|
4
|
| καὶ Σεδεκίας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται, | И҆ бы́сть є҆гда̀ оу҆зрѣ̀ ѧ҆̀ седекі́а ца́рь і҆ꙋ́динъ и҆ всѝ мꙋ́жїе ра́тнїи, и҆ и҆збѣго́ша, и҆ и҆зыдо́ша въ нощѝ ѿ гра́да по пꙋтѝ вертогра́да царе́ва и҆ сквозѣ̀ врата̀, ꙗ҆̀же бѣ́ша междꙋ̀ стѣно́ю и҆ предстѣ́нїемъ: и҆ и҆зыдо́ша въ пꙋ́ть пꙋсты́ни. |
|
5
|
5
|
| καὶ εἰσελεύσεται Σεδεκίας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καθιεῖται. | И҆ гна́ша в̾слѣ́дъ и҆́хъ во́инство халде́йско, и҆ постиго́ша седекі́ю на по́ли пꙋсты́ни і҆ерїхѡ́нскїѧ, и҆ є҆́мше приведо́ша къ навꙋходоно́сорꙋ царю̀ вавѷлѡ́нскꙋ во ревла́ѳъ, и҆́же въ землѝ є҆ма́ѳъ, и҆ глаго́ла къ немꙋ̀ съ сꙋдо́мъ. |
|
6
|
6
|
| καὶ λόγος Κυρίου ἐγενήθη πρὸς ῾Ιερεμίαν λέγων· | И҆ и҆збѝ ца́рь вавѷлѡ́нскїй сы́ны седекі̑ины во ревла́ѳѣ пред̾ ѻ҆чи́ма є҆гѡ̀, и҆ всѧ̑ вельмо́жы і҆ꙋ̑дины побѝ ца́рь вавѷлѡ́нскїй. |
|
7
|
7
|
| ἰδοὺ ᾿Αναμεὴλ υἱὸς Σαλὼμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σὲ λέγων· κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν ᾿Αναθώθ, ὅτι σοὶ κρίσις παραλαβεῖν εἰς κτῆσιν. | И҆ ѻ҆́чи седекі́и и҆з̾ѧ́тъ, и҆ ѡ҆кова̀ є҆го̀ пꙋ̑ты, и҆ ѿведѐ є҆го̀ въ вавѷлѡ́нъ. |
|
8
|
8
|
| καὶ ἦλθε πρός με ᾿Αναμεὴλ υἱὸς Σαλώμ, ἀδελφοῦ πατρός μου, εἰς τὴν αὐλὴν τῆς φυλακῆς καὶ εἶπε· κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμὶν τὸν ἐν ᾿Αναθώθ, ὅτι σοὶ κρίμα κτήσασθαι αὐτόν, καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων ὅτι λόγος Κυρίου ἐστί, | До́мъ же царе́въ и҆ до́мы всѣ́хъ люді́й пожго́ша халде́є ѻ҆гне́мъ и҆ стѣ́нꙋ і҆ерⷭ҇ли́мскꙋ преврати́ша: |
|
9
|
9
|
| καὶ ἐκτησάμην τὸν ἀγρὸν ᾿Αναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου· | и҆ ѡ҆ста́нокъ люді́й, и҆ ѡ҆ста́вшихъ во гра́дѣ, и҆ оу҆бѣ́гшыѧ, и҆̀же оу҆теко́ша ко царю̀ вавѷлѡ́нскꙋ, и҆ ѡ҆ста́нокъ люді́й, и҆ ѡ҆ста́вшихъ преселѝ навꙋзарда́нъ воево́да въ вавѷлѡ́нъ: |
|
10
|
10
|
| καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ. | а҆ ѿ люді́й оу҆бо́гихъ, ничто́же и҆мꙋ́щихъ, ѡ҆ста́ви навꙋзарда́нъ воево́да во́инствъ въ землѝ і҆ꙋ́динѣ, и҆ дадѐ и҆̀мъ вїногра́ды и҆ ни̑вы въ то́й де́нь. |
|
11
|
11
|
| καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον καὶ τὸ ἀνεγνωσμένον | И҆ заповѣ́да навꙋходоно́соръ ца́рь вавѷлѡ́нскїй ѡ҆ і҆еремі́и прⷪ҇ро́цѣ навꙋзарда́нови воево́дѣ во́инствъ и҆ речѐ: |
|
12
|
12
|
| καὶ ἔδωκα αὐτὸ τῷ Βαροὺχ υἱῷ Νηρίου υἱῷ Μαασαίου κατ’ ὀφθαλμοὺς ᾿Αναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ κατ’ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν παρεστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατ’ ὀφθαλμοὺς τῶν ᾿Ιουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς φυλακῆς. | возмѝ є҆го̀ и҆ положѝ на́нь ѻ҆́чи твоѝ и҆ ничто́же є҆мꙋ̀ сотворѝ ѕла̀: но ꙗ҆́коже восхо́щетъ, та́кѡ сотворѝ є҆мꙋ̀. |
|
13
|
13
|
| καὶ συνέταξα τῷ Βαροὺχ κατ’ ὀφθαλμοὺς αὐτῶν λέγων· | Посла̀ оу҆̀бо навꙋзарда́нъ воево́да во́инства и҆ навꙋзезва́нъ, и҆ раѱари́съ и҆ нирге́лъ, и҆ сараса́ръ и҆ фавма́нъ, и҆ всѝ воевѡ́ды царѧ̀ вавѷлѡ́нска: |
|
14
|
14
|
| οὕτως εἶπε Κύριος παντοκράτωρ· λάβε τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμείνῃ ἡμέρας πλείους. | и҆ посла́ша, и҆ поѧ́ша і҆еремі́ю ѿ двора̀ темни́чнагѡ, и҆ да́ша є҆го̀ годолі́и сы́нꙋ а҆хїка́мовꙋ, сы́на сафа́нѧ, и҆ и҆зведо́ша є҆го̀, и҆ сѣ́де средѣ̀ люді́й. |
|
15
|
15
|
| ὅτι οὕτως εἶπε Κύριος· ἔτι κτηθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ. — | И҆ ко і҆еремі́и бы́сть сло́во гдⷭ҇не во дворѣ̀ темни́чнѣмъ гл҃ѧ: |
|
16
|
16
|
| Καὶ προσευξάμην πρὸς Κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαροὺχ υἱὸν Νηρίου λέγων· | и҆дѝ и҆ рцы̀ ко а҆вдемеле́хꙋ мꙋ́ринꙋ, глаго́лѧ: та́кѡ речѐ гдⷭ҇ь бг҃ъ і҆и҃левъ: сѐ, а҆́зъ приношꙋ̀ словеса̀ моѧ̑ на гра́дъ се́й во ѕла̑ѧ, а҆ не во бл҃га̑ѧ: и҆ бꙋ́дꙋтъ пред̾ лице́мъ твои́мъ въ то́й де́нь: |
|
17
|
17
|
| ᾦ Κύριε, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν, | и҆ и҆зба́влю тѧ̀ въ то́й де́нь, и҆ не да́мъ тебѐ въ рꙋ́цѣ человѣ̑къ, и҆́хже ты̀ бои́шисѧ ѿ лица̀ и҆́хъ: |
|
18
|
18
|
| ποιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετ’ αὐτούς, ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρός, | ꙗ҆́кѡ и҆збавлѧ́ѧ сп҃сꙋ́ тѧ, и҆ мече́мъ не паде́ши: и҆ бꙋ́детъ дꙋша̀ твоѧ̀ на ѡ҆брѣ́тенїе, ꙗ҆́кѡ оу҆пова́лъ є҆сѝ на мѧ̀, речѐ гдⷭ҇ь. |
|
19
|
|
| Κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις, ὁ Θεὸς ὁ μέγας, ὁ παντοκράτωρ καὶ μεγαλώνυμος Κύριος· οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνθρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ· | |
|
20
|
|
| ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν ᾿Ισραὴλ καὶ ἐν τοῖς γηγενέσι· καὶ ἐποίησας σεαυτῷ ὄνομα, ὡς ἡμέρα αὕτη | |
|
21
|
|
| καὶ ἐξήγαγες τὸν λαόν σου ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ | |
|
22
|
|
| καὶ ἐν ὁράμασι μεγάλοις· καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην, ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν, γῆν ρέουσαν γάλα καὶ μέλι. | |
|
23
|
|
| καὶ εἰσήλθοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου καὶ ἐν τοῖς προστάγμασί σου οὐκ ἐπορεύθησαν· ἅπαντα, ἃ ἐνετείλω αὐτοῖς οὐκ ἐποίησαν· καὶ ἐποίησας συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα. | |
|
24
|
|
| ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν ταύτην συλλαβεῖν αὐτήν, καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ· ὡς ἐλάλησας, οὕτως ἐγένετο. | |
|
25
|
|
| καὶ σὺ λέγεις πρός με· κτῆσαι σεαυτῷ τὸν ἀγρὸν ἀργυρίου· καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην καὶ ἐπεμαρτυράμην μάρτυρας· καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων. | |
|
26
|
|
| Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | |
|
27
|
|
| ἐγὼ Κύριος ὁ Θεὸς πάσης σαρκός, μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι; | |
|
28
|
|
| διὰ τοῦτο οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· δοθεῖσα παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λήψεται αὐτήν, | |
|
29
|
|
| καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην καὶ καύσουσι τὴν πόλιν ταύτην ἐν πυρὶ καὶ κατακαύσουσι τὰς οἰκίας, ἐν αἷς ἐθυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βάαλ καὶ ἔσπευδον σπονδὰς θεοῖς ἑτέροις πρὸς τὸ παραπικράναι με. | |
|
30
|
|
| ὅτι ἦσαν οἱ υἰοὶ ᾿Ισραὴλ καὶ οἱ υἱοὶ ᾿Ιούδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατ’ ὀφθαλμούς μου ἐκ νεότητος αὐτῶν. | |
|
31
|
|
| ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν θυμόν μου ἦν ἡ πόλις αὕτη, ἀφ’ ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας ταύτης ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου, | |
|
32
|
|
| διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν ᾿Ισραὴλ καὶ ᾿Ιούδα, ὧν ἐποίησαν πικράναι με αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν, ἄνδρες ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλήμ, | |
|
33
|
|
| καὶ ἀπέστρεψαν πρός με νῶτον καὶ οὐ πρόσωπον· καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου, καὶ ἐδίδαξα, καὶ οὐκ ἤκουσαν ἔτι λαβεῖν παιδείαν. | |
|
34
|
|
| καὶ ἔθηκαν τὰ μιάσματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ’ αὐτῷ, ἐν ἀκαθαρσίαις αὐτῶν, | |
|
35
|
|
| καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βάαλ τοὺς ἐν φάραγγι υἱοῦ ᾿Εννὸμ τοῦ ἀναφέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μολὸχ βασιλεῖ, ἃ οὐ συνέταξα αὐτοῖς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου, τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο πρὸς τὸ ἐφαμαρτεῖν τὸν ᾿Ιούδαν. — | |
|
36
|
|
| Καὶ νῦν οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἐπὶ τὴν πόλιν, ἣν σὺ λέγεις· παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ἀποστολῇ. | |
|
37
|
|
| ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς, οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ὀργῇ μου καὶ τῷ θυμῷ μου καὶ ἐν παροξυσμῷ μεγάλῳ, καὶ ἐπιστρέψω αὐτούς εἰς τὸν τόπον τοῦτον καὶ καθιῶ αὐτοὺς πεποιθότας, | |
|
38
|
|
| καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. | |
|
39
|
|
| καὶ δώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν φοβηθῆναί με πάσας τὰς ἡμέρας καὶ εἰς ἀγαθὸν αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν μετ’ αὐτούς. | |
|
40
|
|
| καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰωνίαν, ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν· καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπ’ ἐμοῦ. | |
|
41
|
|
| καὶ ἐπισκέψομαι τοῦ ἀγαθῶσαι αὐτοὺς καὶ φυτεύσω αὐτοὺς ἐν τῇ γῇ ταύτῃ ἐν πίστει καὶ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ. | |
|
42
|
|
| ὅτι οὕτως εἶπε Κύριος· καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ μεγάλα ταῦτα, οὕτως ἐγὼ ἐπάξω ἐπ’ αὐτοὺς πάντα τὰ ἀγαθά, ἃ ἐλάλησα ἐπ’ αὐτούς. | |
|
43
|
|
| καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ, ᾗ σὺ λέγεις· ἄβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτήνους καὶ παρεδόθησαν εἰς χεῖρας Χαλδαίων. | |
|
44
|
|
| καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεις βιβλίον καὶ σφραγιῇ καὶ διαμαρτυρῇ μάρτυρας ἐν γῇ Βενιαμὶν καὶ κύκλῳ τῆς ῾Ιερουσαλὴμ καὶ ἐν πόλεσιν ᾿Ιούδα καὶ ἐν πόλεσι τοῦ ὄρους καὶ ἐν πόλεσι τῆς Σεφηλὰ καὶ ἐν πόλεσι τῆς Ναγέβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.