Завантаження...
Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.

• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.

• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.

• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.

Порівняти:

Κεφάλαιο 28
Глава́ к҃и
1
1
(Μασ. ΝΑ΄ .) ΤΑΔΕ λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα. И҆ бы́сть въ четве́ртое лѣ́то, ца́рствꙋющꙋ седекі́и царю̀ і҆ꙋ́динꙋ, въ пѧ́тый мцⷭ҇ъ, рече́ ми а҆на́нїа сы́нъ а҆зѡ́ровъ лжи́вый проро́къ гаваѡні́тскїй въ домꙋ̀ гдⷭ҇ни, пред̾ ѻ҆чи́ма жерцє́въ и҆ всѣ́хъ люді́й, глаго́лѧ:
2
2
καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστάς, καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς· οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς. та́кѡ речѐ гдⷭ҇ь вседержи́тель бг҃ъ і҆и҃левъ: сокрꙋши́хъ ꙗ҆ре́мъ царѧ̀ вавѷлѡ́нска:
3
3
τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ καὶ περιθέσθω ᾧ ἐστιν ὅπλα αὐτῷ, καὶ μὴ φείσησθε ἐπὶ τοὺς νεανίσκους αὐτῆς καὶ ἀφανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς· є҆щѐ два̀ лѣ̑та дні́й, возвращꙋ̀ а҆́зъ на мѣ́сто сїѐ всѧ̑ сосꙋ́ды до́мꙋ гдⷭ҇нѧ, ꙗ҆̀же взѧ̀ навꙋходоно́соръ ца́рь вавѷлѡ́нскїй ѿ мѣ́ста сегѡ̀ и҆ пренесѐ ѧ҆̀ до вавѷлѡ́на,
4
4
καὶ πεσοῦνται τραυματίαι ἐν γῇ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτῆς. и҆ і҆ехоні́ю сы́на і҆ѡакі́мова царѧ̀ і҆ꙋ́дина, и҆ всѐ преселе́нїе і҆ꙋ́дино вше́дшее въ вавѷлѡ́нъ возвращꙋ̀ въ мѣ́сто сїѐ, гл҃етъ гдⷭ҇ь, ꙗ҆́кѡ сокрꙋшꙋ̀ ꙗ҆ре́мъ царѧ̀ вавѷлѡ́нска.
5
5
διότι οὐκ ἐχήρευσεν ᾿Ισραὴλ καὶ ᾿Ιούδας ἀπὸ Θεοῦ αὐτῶν, ἀπὸ Κυρίου παντοκράτορος, ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀδικίας ἀπὸ τῶν ἁγίων ᾿Ισραήλ. И҆ речѐ і҆еремі́а прⷪ҇ро́къ ко а҆на́нїи лжепроро́кꙋ пред̾ ѻ҆чи́ма жерцє́въ и҆ пред̾ ѻ҆чи́ма всѣ́хъ люді́й стоѧ́щихъ въ домꙋ̀ гдⷭ҇ни,
6
6
φεύγετε ἐκ μέσου Βαβυλῶνος καὶ ἀνασῴζετε ἕκαστος τὴν ψυχὴν αὐτοῦ, καὶ μὴ ἀπορριφῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς, ὅτι καιρὸς ἐκδικήσεως αὐτῆς ἐστι παρὰ Κυρίου, ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτῇ. и҆ речѐ і҆еремі́а: пои́стиннѣ та́кѡ да сотвори́тъ гдⷭ҇ь, да оу҆тверди́тъ гдⷭ҇ь сло́во твоѐ, є҆́же ты̀ прорица́еши, є҆́же возврати́ти сосꙋ́ды до́мꙋ гдⷭ҇нѧ и҆ всѧ̑ преселє́нныѧ и҆з̾ вавѷлѡ́на на мѣ́сто сїѐ:
7
7
ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ Κυρίου μεθύσκον πᾶσαν τὴν γῆν· ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη, διὰ τοῦτο ἐσαλεύθησαν. ѻ҆ба́че слы́шите сло́во сїѐ, є҆́же а҆́зъ глаго́лю во оу҆́шы ва́ши и҆ во оу҆́шы всѣ́хъ люді́й:
8
8
καὶ ἄφνω ἔπεσε Βαβυλὼν καὶ συνετρίβη· θρηνεῖτε αὐτήν, λάβετε ρητίνην τῇ διαφθορᾷ αὐτῆς, εἴ πως ἰαθήσεται. проро́цы, бы́вшїи пре́жде менє̀ и҆ пре́жде ва́съ ѿ вѣ́ка, прореко́ша на мнѡ́ги зе́мли и҆ на ца̑рства вели̑ка ѡ҆ ра́ти и҆ ѡ҆ погꙋбле́нїи и҆ ѡ҆ гла́дѣ:
9
9
ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐγκαταλίπωμεν αὐτὴν καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ, ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρίμα αὐτῆς, ἐξῇρεν ἕως τῶν ἄστρων. проро́къ прорекі́й ми́ръ, прише́дшꙋ сло́вꙋ позна́ютъ прⷪ҇ро́ка, є҆го́же посла̀ и҆̀мъ гдⷭ҇ь въ вѣ́рѣ.
10
10
ἐξήνεγκε Κύριος τὸ κρίμα αὐτοῦ· δεῦτε καὶ ἀναγγείλωμεν ἐν Σιὼν τὰ ἔργα Κυρίου τοῦ Θεοῦ ἡμῶν. И҆ взѧ̀ а҆на́нїа пред̾ ѻ҆чи́ма всѣ́хъ люді́й кла̑ды ѿ вы́и і҆еремі́ины и҆ сокрꙋшѝ ѧ҆̀.
11
11
παρασκευάζετε τὰ τοξεύματα, πληροῦτε τὰς φαρέτρας. ἤγειρε Κύριος τὸ πνεῦμα βασιλέως Μήδων, ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ τοῦ ἐξολοθρεῦσαι αὐτήν, ὅτι ἐκδίκησις Κυρίου ἐστίν, ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν. И҆ речѐ а҆на́нїа пред̾ ѻ҆чи́ма всѣ́хъ люді́й глаго́лѧ: си́це речѐ гдⷭ҇ь: та́кѡ сокрꙋшꙋ̀ ꙗ҆ре́мъ навꙋходоно́сора царѧ̀ вавѷлѡ́нска є҆щѐ два̀ лѣ̑та дні́й со вы́и всѣ́хъ ꙗ҆зы́кѡвъ. И҆ ѿи́де і҆еремі́а на пꙋ́ть сво́й.
12
12
ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον, ἐπιστήσατε φαρέτρας, ἐγείρατε φυλακάς, ἑτοιμάσατε ὅπλα, ὅτι ἐνεχείρησε καὶ ποιήσει Κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα, И҆ бы́сть сло́во гдⷭ҇не ко і҆еремі́и, по сокрꙋше́нїи а҆на́нїинѣ кла̑дъ со вы́и є҆гѡ̀, гл҃ѧ:
13
13
κατασκηνοῦντας ἐφ’ ὕδασι πολλοῖς καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς· ἥκει τὸ πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχνα σου. и҆дѝ и҆ рцы̀ ко а҆на́нїи глаго́лѧ: та́кѡ речѐ гдⷭ҇ь: кла̑ды дрєвѧ́ныѧ сокрꙋши́лъ є҆сѝ и҆ сотвори́ши вмѣ́стѡ тѣ́хъ кла̑ды желѣ̑зны,
14
14
ὅτι ὤμοσε Κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ· διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων, καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες. — ꙗ҆́кѡ та́кѡ речѐ гдⷭ҇ь: ꙗ҆ре́мъ желѣ́зенъ возложи́хъ на вы̑и всѣ́хъ ꙗ҆зы́кѡвъ, слꙋжи́ти навꙋходоно́сорꙋ царю̀ вавѷлѡ́нскꙋ, и҆ послꙋ́жатъ є҆мꙋ̀: ктомꙋ̀ и҆ ѕвѣ̑ри зємны́ѧ да́хъ є҆мꙋ̀.
15
15
Κύριος ποιῶν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανόν, И҆ речѐ і҆еремі́а прⷪ҇ро́къ ко а҆на́нїи: слы́ши, а҆на́нїе: не посла̀ тебѐ гдⷭ҇ь, ты́ же сотвори́лъ є҆сѝ люді́й си́хъ оу҆пова́ти на непра́вдꙋ.
16
16
εἰς φωνὴν ἔθετο ἦχος ὕδατος ἐν οὐρανῷ καὶ ἀνήγαγε νεφέλας ἀπ’ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησε καὶ ἐξήγαγε φῶς ἐκ θησαυρῶν αὐτοῦ. Тогѡ̀ ра́ди си́це речѐ гдⷭ҇ь: сѐ, а҆́зъ ѿпꙋщꙋ́ тѧ ѿ лица̀ землѝ, въ се́мъ лѣ́тѣ оу҆́мреши, ꙗ҆́кѡ на гдⷭ҇а (бг҃а) глаго́лалъ є҆сѝ.
17
17
ἐματαιώθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσαν, οὐκ ἔστι πνεῦμα ἐν αὐτοῖς· И҆ оу҆́мре а҆на́нїа лжепроро́къ въ се́мъ лѣ́тѣ мцⷭ҇а седма́гѡ.
18
μάταιά ἐστιν, ἔργα μεμωκημένα, ἐν καιρῷ ἐπισκέψεως αὐτῶν ἀπολοῦνται.
19
οὐ τοιαύτη μερὶς τῷ ᾿Ιακώβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστι κληρονομία αὐτοῦ, Κύριος ὄνομα αὐτῷ. —
20
Διασκορπίζεις σύ μοι σκεύη πολέμου, καὶ διασκορπιῶ ἐν σοὶ ἔθνη καὶ ἐξαρῶ ἐκ σοῦ βασιλεῖς
21
καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἐπιβάτην αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν
22
καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον καὶ παρθένον καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα
23
καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου.
24
καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν, ἃς ἐποίησαν ἐπὶ Σιὼν κατ’ ὀφθαλμοὺς ὑμῶν, λέγει Κύριος.
25
ἰδοὺ ἐγὼ πρός σε, τὸ ὄρος τὸ διεφθαρμένον, τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ κατακυλιῶ σε ἐπὶ τῶν πετρῶν καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον·
26
καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον, ὅτι εἰς ἀφανισμὸν ἔσῃ εἰς τὸν αἰῶνα, λέγει Κύριος.
27
῎Αρατε σημεῖον ἐπὶ τῆς γῆς, σαλπίσατε ἐν ἔθνεσι σάλπιγγι, ἁγιάσατε ἐπ’ αὐτὴν ἔθνη, παραγγείλατε ἐπ’ αὐτὴν βασιλείαις ᾿Αραρὰτ παρ’ ἐμοῦ καὶ τοῖς ᾿Ασχαναζαίοις, ἐπιστήσατε ἐπ’ αὐτὴν βελοστάσεις, ἀναβιβάσατε ἐπ’ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆθος.
28
ἀναβιβάσατε ἐπ’ αὐτὴν ἔθνη, τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς, τοὺς ἡγουμένους αὐτοῦ καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ.
29
ἐσείσθη ἡ γῆ καὶ ἐπόνεσε, διότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς Κυρίου τοῦ θεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀφανισμὸν καὶ μὴ κατοικεῖσθαι αὐτήν.
30
ἐξέλιπε μαχητὴς Βαβυλῶνος τοῦ πολεμεῖν, καθήσονται ἐκεῖ ἐν περιοχῇ, ἐθραύσθη ἡ δυναστεία αὐτῶν, ἐγενήθησαν ὡσεὶ γυναῖκες, ἐνεπυρίσθη τὰ σκηνώματα αὐτῆς, συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς.
31
διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ Βαβυλῶνος, ὅτι ἑάλωκεν ἡ πόλις αὐτοῦ,
32
ἀπ’ ἐσχάτου τῶν διαβάσεων αὐτοῦ ἐλήφθησαν, καὶ τὰ συστήματα αὐτῶν ἐνέπρησαν ἐν πυρί, καὶ ἄνδρες αὐτοῦ οἱ πολεμισταὶ ἐξέρχονται.
33
διότι τάδε λέγει Κύριος· οἶκοι βασιλέως Βαβυλῶνος ὡς ἅλων ὥριμος ἁλοηθήσονται· ἔτι μικρὸν καὶ ἥξει ὁ ἄμητος αὐτῆς.
34
κατέφαγέ με, ἐμερίσατό με, κατέλαβέ με σκεῦος λεπτόν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος· κατέπιέ με ὡς δράκων, ἔπλησε τὴν κοιλίαν αὐτοῦ, ἀπὸ τῆς τρυφῆς μου ἔξωσέ με·
35
οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα. ἐρεῖ κατοικοῦσα Σιών· καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους, ἐρεῖ ῾Ιερουσαλήμ·
36
διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς.
37
καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμόν, καὶ οὐ κατοικηθήσεται.
38
ὅτι ἅμα ὡς λέοντες ἐξηγέρθησαν καὶ ὡς σκύμνοι λεόντων.
39
ἐν τῇ θερμασίᾳ αὐτῶν δώσω πότημα αὐτοῖς καὶ μεθύσω αὐτούς, ὅπως καρωθῶσι καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐξεγερθῶσι, λέγει Κύριος·
40
καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν καὶ ὡς κριοὺς μετ’ ἐρίφων.
41
πῶς ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τῆς γῆς; πῶς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν τοῖς ἔθνεσιν;
42
ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα ἐν ἤχῳ κυμάτων αὐτῆς, καὶ κατεκαλύφθη.
43
ἐγενήθησαν αἱ πόλεις αὐτῆς ὡς γῆ ἄνυδρος καὶ ἄβατος, οὐ κατοικήσει ἐν αὐτῇ οὐδὲ εἷς, οὐδὲ μὴ καταλύσει ἐν αὐτῇ υἱὸς ἀνθρώπου.
44
καὶ ἐκδικήσω ἐπὶ Βαβυλῶνα καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόματος αὐτῆς, καὶ οὐ μὴ συναχθῶσι πρὸς αὐτὴν ἔτι τὰ ἔθνη·
49
καὶ ἐν Βαβυλῶνι πεσοῦνται τραυματίαι πάσης τῆς γῆς.
50
ἀνασῳζόμενοι ἐκ γῆς πορεύεσθε καὶ μὴ ἵστασθε· οἱ μακρόθεν, μνήσθητε τοῦ Κυρίου, καὶ ῾Ιερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν.
51
ᾐσχύνθημεν, ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν, κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν, εἰσῆλθον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν, εἰς οἶκον Κυρίου.
52
διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς, καὶ ἐν πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι.
53
ὅτι ἐὰν ἀναβῇ Βαβυλὼν ὡς ὁ οὐρανὸς καὶ ὅτι ἐὰν ὀχυρώσῃ τὰ τείχῃ ἰσχύϊ αὐτῆς, παρ’ ἐμοῦ ἥξουσιν ἐξολοθρεύοντες αὐτήν, λέγει Κύριος.
54
φωνὴ κραυγῆς ἐν Βαβυλῶνι, καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων,
55
ὅτι ἐξωλόθρευσε Κύριος τὴν Βαβυλῶνα καὶ ἀπώλεσεν ἀπ’ αὐτῆς φωνὴν μεγάλην ἠχοῦσαν ὡς ὕδατα πολλά, ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτῆς.
56
ὅτι ἦλθεν ἐπὶ Βαβυλῶνα ταλαιπωρία, ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς, ἐπτόηται τὸ τόξον αὐτῶν, ὅτι ὁ Θεὸς ἀνταποδίδωσιν αὐτοῖς.
57
Κύριος ἀνταποδίδωσιν αὐτῷ τὴν ἀνταπόδοσιν· καὶ μεθύσει μέθῃ τοὺς ἡγεμόνας αὐτῆς καὶ τοὺς σοφοὺς αὐτῆς καὶ τοὺς στρατηγοὺς αὐτῆς, λέγει ὁ βασιλεύς, Κύριος παντοκράτωρ ὄνομα αὐτῷ.
58
τάδε λέγει Κύριος· τεῖχος Βαβυλῶνος ἐπλατύνθη, κατασκαπτόμενον κατασκαφήσεται, καὶ αἱ πύλαι αὐτῆς αἱ ὑψηλαὶ ἐμπυρισθήσονται, καὶ οὐ κοπιάσουσι λαοὶ εἰς κενόν, καὶ ἔθνη ἐν ἀρχῇ ἐκλείψουσιν.
59
῾Ο λόγος, ὃν ἐνετείλατο Κύριος ῾Ιερεμίᾳ τῷ προφήτῃ εἰπεῖν τῷ Σαραίᾳ υἱῷ Νηρίου, υἱοῦ Μαασαίου, ὅτε ἐπορεύετο παρὰ Σεδεκίου βασιλέως ᾿Ιούδα εἰς Βαβυλῶνα, ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ, καὶ Σαραίας ἄρχων δώρων.
60
καὶ ἔγραψεν ῾Ιερεμίας πάντα τὰ κακά, ἃ ἥξει ἐπὶ Βαβυλῶνα, ἐν βιβλίῳ ἑνί, πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλῶνα.
61
καὶ εἶπεν ῾Ιερεμίας πρὸς Σαραίαν· ὅταν ἔλθῃς εἰς Βαβυλῶνα, καὶ ὄψῃ καὶ ἀναγνώσῃ πάντας τοὺς λόγους τούτους
62
καὶ ἐρεῖς· Κύριε Κύριε, σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον τοῦ ἐξολοθρεῦσαι αὐτὸν καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντας ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅτι ἀφανισμὸς εἰς τὸν αἰῶνα ἔσται.
63
καὶ ἔσται ὅταν παύσῃ τοῦ ἀναγινώσκειν τὸ βιβλίον τοῦτο, καὶ ἐπιδήσεις ἐπ’ αὐτὸ λίθον καὶ ρίψεις αὐτὸ εἰς μέσον τοῦ Εὐφράτου
64
καὶ ἐρεῖς· οὕτως καταδύσεται Βαβυλὼν καὶ οὐ μὴ ἀναστῇ ἀπὸ προσώπου τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπ’ αὐτήν.

Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.

• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.

• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.

• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.