Завантаження...
Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.

• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.

• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.

• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.

Порівняти:

Κεφάλαιο 43
Глава́ м҃г
1
1
(Μασ. ΛΣΤ´) ΕΝ τῷ ἐνιαυτῷ τῷ τετάρτῳ ᾿Ιωακεὶμ υἱοῦ ᾿Ιωσία βασιλέως ᾿Ιούδα ἐγενήθη λόγος Κυρίου πρός με λέγων· И҆ бы́сть, є҆гда̀ преста̀ і҆еремі́а глаго́лѧ къ лю́демъ всѧ̑ словеса̀ гдⷭ҇нѧ, ꙗ҆̀же посла̀ гдⷭ҇ь къ ни̑мъ,
2
2
λάβε σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ’ αὐτοῦ πάντας τοὺς λόγους, οὓς ἐλάλησα πρὸς σὲ ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπὶ ᾿Ιούδα καὶ ἐπὶ πάντα τὰ ἔθνη, ἀφ’ ἧς ἡμέρας λαλήσαντός μου πρὸς σέ, ἀφ’ ἡμερῶν ᾿Ιωσία βασιλέως ᾿Ιούδα καὶ ἕως τῆς ἡμέρας ταύτης· и҆ речѐ а҆зарі́а сы́нъ маасе́евъ и҆ і҆ѡана́нъ сы́нъ карі́евъ и҆ всѝ мꙋ́жїе презо́рливїи ко і҆еремі́и, глаго́люще: лже́ши, не посла́ тѧ къ на́мъ гдⷭ҇ь бг҃ъ на́шъ глаго́лати: не входи́те во є҆гѵ́петъ жи́ти та́мѡ:
3
3
ἴσως ἀκούσεται ὁ οἶκος ᾿Ιούδα πάντα τὰ κακά, ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς, ἵνα ἀποστρέψωσιν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν. но варꙋ́хъ сы́нъ нирі́инъ под̾ꙋща́етъ тѧ̀ на на́съ, да на́съ вда́си въ рꙋ́цѣ халдє́йстѣ оу҆мори́ти на́съ и҆ превестѝ на́съ въ вавѷлѡ́нъ.
4
4
καὶ ἐκάλεσεν ῾Ιερεμίας τὸν Βαροὺχ υἱὸν Νηρίου, καὶ ἔγραψεν ἀπὸ στόματος ῾Ιερεμίου πάντας τοὺς λόγους Κυρίου, οὓς ἐχρημάτισε πρὸς αὐτόν, εἰς χαρτίον βιβλίου. И҆ не послꙋ́ша і҆ѡана́нъ и҆ всѝ воевѡ́ды си́лы и҆ всѝ лю́дїе (не послꙋ́шаша) гла́са гдⷭ҇нѧ, є҆́же жи́ти на землѝ і҆ꙋ́динѣ.
5
5
καὶ ἐνετείλατο ῾Ιερεμίας τῷ Βαροὺχ λέγων· ἐγὼ φυλάσσομαι, οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου. И҆ взѧ̀ і҆ѡана́нъ и҆ всѝ воевѡ́ды си́лы всѧ̑ ѡ҆ста́вшыѧ і҆ꙋ̑дины, возвращє́ныѧ ѿ всѣ́хъ ꙗ҆зы́кѡвъ, а҆́може разсѣ́ѧни бы́ша, є҆́же жи́ти на землѝ і҆ꙋ́динѣ,
6
6
καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ Κυρίου ἐν ἡμέρᾳ νηστείας, καὶ ἐν ὠσὶ παντὸς ᾿Ιούδα τῶν ἐρχομένων ἐκ πόλεων αὐτῶν ἀναγνώσῃ αὐτοῖς· мꙋ́жы си̑льныѧ и҆ жєны̀, и҆ младе́нцы и҆ дщє́ри царє́вы, и҆ дꙋ́шы, ꙗ҆̀же ѡ҆ста́ви навꙋзарда́нъ воево́да си́лы со годолі́емъ сы́номъ а҆хїка́мовымъ сы́на сафа́нова, и҆ і҆еремі́ю прⷪ҇ро́ка, и҆ варꙋ́ха сы́на нирі́ина,
7
7
ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον Κυρίου, καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ Κυρίου, ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον. и҆ внидо́ша во є҆гѵ́петъ, ꙗ҆́кѡ не послꙋ́шаша гла́са гдⷭ҇нѧ, и҆ внидо́ша во тафна́съ.
8
8
καὶ ἐποίησε Βαροὺχ κατὰ πάντα, ἃ ἐνετείλατο αὐτῷ ῾Ιερεμίας, τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ τοὺς λόγους Κυρίου ἐν οἴκῳ Κυρίου. И҆ бы́сть сло́во гдⷭ҇не ко і҆еремі́и во тафна́сѣ гл҃ѧ:
9
9
καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ τῷ βασιλεῖ ᾿Ιωακεὶμ ἐν τῷ μηνὶ τῷ ἐνάτῳ, ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον Κυρίου πᾶς ὁ λαὸς ἐν ῾Ιερουσαλὴμ καὶ οἶκος ᾿Ιούδα. возмѝ себѣ̀ ка́мєни вели̑ки и҆ скры́й ѧ҆̀ пред̾ враты̀ до́мꙋ фараѡ́нѧ во тафна́сѣ пред̾ ѻ҆чи́ма мꙋже́й і҆ꙋ́диныхъ, и҆ рече́ши къ ни̑мъ:
10
10
καὶ ἀνεγίνωσκε Βαροὺχ ἐν τῷ βιβλίῳ τοὺς λόγους ῾Ιερεμίου ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ Γαμαρίου, υἱοῦ Σαφὰν τοῦ γραμματέως, ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου Κυρίου τῆς καινῆς καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ. та́кѡ гл҃етъ гдⷭ҇ь си́лъ, бг҃ъ і҆и҃левъ: сѐ, а҆́зъ послю̀ и҆ приведꙋ̀ навꙋходоно́сора царѧ̀ вавѷлѡ́нска раба̀ моего̀, и҆ поста́витъ престо́лъ сво́й на ка́менїихъ си́хъ, и҆̀хже скры́лъ є҆сѝ, и҆ воздви́гнетъ ѻ҆рꙋ́жїе своѐ на нѧ̀,
11
11
καὶ ἤκουσε Μιχαίας υἱὸς Γαμαρίου υἱοῦ Σαφὰν ἅπαντας τοὺς λόγους Κυρίου ἐκ τοῦ βιβλίου· и҆ вни́детъ и҆ порази́тъ зе́млю є҆гѵ́петскꙋ: и҆̀хже на сме́рть, на сме́рть, и҆ и҆̀хже на преселе́нїе, на преселе́нїе, а҆ и҆̀хже под̾ ме́чь, под̾ ме́чь:
12
12
καὶ κατέβη εἰς οἰκίαν τοῦ βασιλέως, εἰς τὸν οἶκον τοῦ γραμματέως, καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο, ᾿Ελισαμὰ ὁ γραμματεὺς καὶ Δαλαίας υἱὸς Σελεμίου καὶ ᾿Ελνάθαν υἱὸς ᾿Ακχοβὼρ καὶ Γαμαρίας υἱὸς Σαφὰν καὶ Σεδεκίας υἱὸς ᾿Ανανίου καὶ πάντες οἱ ἄρχοντες, и҆ пожже́тъ ѻ҆гне́мъ до́мы богѡ́въ и҆́хъ, и҆ пожже́тъ ѧ҆̀, и҆ пресели́тъ ѧ҆̀, и҆ покры́етъ зе́млю є҆гѵ́петскꙋю, ꙗ҆́коже покрыва́етсѧ пастꙋ́хъ ри́зою свое́ю: и҆ и҆зы́детъ ѿтꙋ́дꙋ съ ми́ромъ
13
13
καὶ ἀνήγγειλεν αὐτοῖς Μιχαίας πάντας τοὺς λόγους, οὓς ἤκουσεν ἀναγινώσκοντος Βαροὺχ εἰς τὰ ὦτα τοῦ λαοῦ. и҆ сокрꙋши́тъ столпы̀ и҆лїꙋпо́лѧ [со́лнечнагѡ гра́да], и҆́же во є҆гѵ́птѣ, и҆ до́мы богѡ́въ є҆гѵ́петскихъ пожже́тъ ѻ҆гне́мъ.
14
καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαροὺχ υἱὸν Νηρίου τὸν ᾿Ιουδὶν υἱὸν Ναθανίου, υἱοῦ Σελεμίου, υἱοῦ Χουσί, λέγοντες· τὸ χαρτίον, ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ, λάβε αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἧκε· καὶ ἔλαβε Βαροὺχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς.
15
καὶ εἶπαν αὐτῷ· πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν· καὶ ἀνέγνω Βαρούχ.
16
καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους, συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπον· ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἅπαντας τοὺς λόγους τούτους.
17
καὶ τὸν Βαροὺχ ἠρώτησαν λέγοντες· πόθεν ἔγραψας πάντας τοὺς λόγους τούτους;
18
καὶ εἶπε Βαρούχ· ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέ μοι ῾Ιερεμίας πάντας τοὺς λόγους τούτους, καὶ ἔγραφον ἐν βιβλίῳ.
19
καὶ εἶπον τῷ Βαρούχ· βάδισον καὶ κατακρύβηθι σὺ καὶ ῾Ιερεμίας· ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς.
20
καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν, καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ ᾿Ελισαμά, καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους τούτους.
21
καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν ᾿Ιουδὶν λαβεῖν τὸ χαρτίον, καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου ᾿Ελισαμά· καὶ ἀνέγνω ᾿Ιουδὶν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα.
22
καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ.
23
καὶ ἐγενήθη ἀναγινώσκοντος ᾿Ιουδὶν τρεῖς σελίδας καὶ τέσσαρας, ἀπέτεμεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως ἐξέλιπε πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας.
24
καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους.
25
καὶ ᾿Ελνάθαν καὶ Γοθολίας καὶ Γαμαρίας ὑπέθεντο τῷ βασιλεῖ πρὸς τὸ μὴ κατακαῦσαι τὸ χαρτίον.
26
καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ ῾Ιερεμεὴλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαραίᾳ υἱῷ ᾿Εσριὴλ συλλαβεῖν τὸν Βαροὺχ καὶ τὸν ῾Ιερεμίαν· καὶ κατεκρύβησαν.
27
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον, πάντας τοὺς λόγους, οὓς ἔγραψε Βαροὺχ ἀπὸ στόματος ῾Ιερεμίου λέγων·
28
πάλιν λάβε σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου, οὓς κατέκαυσεν ὁ βασιλεὺς ᾿Ιωακείμ.
29
καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο λέγων· διατί ἔγραψας ἐπ’ αὐτῷ λέγων· εἰσπορευόμενος εἰσπορεύσεται βασιλεὺς Βαβυλῶνος καὶ ἐξολοθρεύσει τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἐπ’ αὐτῆς ἄνθρωπος καὶ κτήνη;
30
διὰ τοῦτο οὕτως εἶπε Κύριος ἐπὶ ᾿Ιωακεὶμ βασιλέα ᾿Ιούδα· οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυίδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐρριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός·
31
καὶ ἐπισκέψομαι ἐπ’ αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ καὶ ἐπάξω ἐπ’ αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικοῦντας ῾Ιερουσαλὴμ καὶ ἐπὶ τὴν γῆν ᾿Ιούδα πάντα τὰ κακά, ἃ ἐλάλησα πρὸς αὐτούς, καὶ οὐκ ἤκουσαν.
32
καὶ ἔλαβε Βαροὺχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ’ αὐτῷ ἀπὸ στόματος ῾Ιερεμίου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου, οὓς κατέκαυσεν ᾿Ιωακείμ· καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι.

Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.

• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.

• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.

• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.