|
Κεφάλαιο 22
|
Chapter 22
|
|
1
|
1
|
| ΑΙΡΕΤΩΤΕΡΟΝ ὄνομα καλὸν ἢ πλοῦτος πολύς, ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή, | A fair name is better than much wealth, and good favour is above silver and gold. |
|
2
|
2
|
| πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ Κύριος ἐποίησε. | The rich and the poor meet together; but the Lord made them both. |
|
3
|
3
|
| πανοῦργος ἱδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται, οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν. | An intelligent man seeing a bad man severely punished is himself instructed, but fools pass by and are punished. |
|
4
|
4
|
| γενεὰ σοφίας φόβος Κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή. | The fear of the Lord is the offspring of wisdom, and wealth, and glory, and life. |
|
5
|
5
|
| τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς, ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν. | Thistles and snares are in perverse ways; but he that keeps his soul will refrain from them. |
|
7
|
7
|
| πλούσιοι πτωχῶν ἄρξουσι, καὶ οἰκέται ἰδίοις δεσπόταις δανειοῦσι. | The rich will rule over the poor, and servants will lend to their own masters. |
|
8
|
8
|
| ὁ σπείρων φαῦλα θερίσει κακά, πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει. 8α ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ Θεός, ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει. | He that sows wickedness shall reap troubles; and shall fully receive the punishment of his deeds. |
|
9
|
9
|
| ὁ ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται, τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκε τῷ πτωχῷ. 9α νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δούς, τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων. | He that has pity on the poor shall himself be maintained; for he has given of his own bread to the poor. |
|
10
|
10
|
| ἔκβαλε ἐκ συνεδρίου λοιμόν, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος· ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ, πάντας ἀτιμάζει. | Cast out a pestilent person from the council, and strife shall go out with him; for when he sits in the council he dishonours all. |
|
11
|
11
|
| ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι· χείλεσι ποιμαίνει βασιλεύς. | The Lord loves holy hearts, and all blameless persons are acceptable with him: a king rules with his lips. |
|
12
|
12
|
| οἱ δὲ ὀφθαλμοὶ Κυρίου διατηροῦσιν αἴσθησιν, φαυλίζει δὲ λόγους παράνομος. | But the eyes of the Lord preserve discretion; but the transgressor despises wise words. |
|
13
|
13
|
| προφασίζεται καὶ λέγει ὀκνηρός· λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί. | The sluggard makes excuses, and says, There is a lion in the ways, and murderers in the streets. |
|
14
|
14
|
| βόθρος βαθὺς στόμα παρανόμου, ὁ δὲ μισηθεὶς ὑπὸ Κυρίου ἐμπεσεῖται εἰς αὐτόν. 14α εἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρός, καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπ᾿ αὐτῶν· ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς. | The mouth of a transgressor is a deep pit; and he that is hated of the Lord shall fall into it. |
|
15
|
15
|
| ἄνοια ἐξῆπται καρδίας νέου, ράβδος δὲ καὶ παιδεία μακρὰν ἀπ᾿ αὐτοῦ. | Folly is attached to the heart of a child, but the rod and instruction are then far from him. |
|
16
|
16
|
| ὁ συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ· δίδωσι δὲ πλουσίῳ ἐπ᾿ ἐλλάσσονι. | He that oppresses the poor, increases his own substance, yet gives to the rich so as to make it less. |
|
17
|
17
|
| Λόγοις σοφῶν παράβαλλε σὸν οὗς καὶ ἄκουε ἐμὸν λόγον, τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς, ὅτι καλοί εἰσι· | Incline thine ear to the words of wise men: hear also my word, and apply thine heart, |
|
18
|
18
|
| καὶ ἐὰν ἐμβάλῃς αὐτοὺς εἰς τὴν καρδίαν σου, εὐφρανοῦσί σε ἅμα ἐπὶ σοῖς χείλεσιν, | that thou mayest know that they are good: and if thou lay them to heart, they shall also gladden thee on thy lips. |
|
19
|
19
|
| ἵνα σου γένηται ἐπὶ Κύριον ἡ ἐλπὶς καὶ γνωρίσῃ σοι τὴν ὁδόν σου. | That thy hope may be in the Lord, and he may make thy way known to thee. |
|
20
|
20
|
| καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς καρδίας σου. | And do thou too repeatedly record them for thyself on the table of thine heart, for counsel and knowledge. |
|
21
|
21
|
| διδάσκω οὖν σε ἀληθῆ λόγον καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν, τοῦ ἀποκρίνεσθαί σε λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι. | I therefore teach thee truth, and knowledge good to hear; that thou mayest answer words of truth to them that question thee. |
|
22
|
22
|
| Μὴ ἀποβιάζου πένητα, πτωχὸς γάρ ἐστι, καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις· | Do no violence to the poor, for he is needy: neither dishonour the helpless man in the gates. |
|
23
|
23
|
| ὁ γὰρ Κύριος κρινεῖ αὐτοῦ τὴν κρίσιν, καὶ ρύσῃ σὴν ἄσυλον ψυχήν. | For the Lord will plead his cause, and thou shalt deliver thy soul in safety. |
|
24
|
24
|
| μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου, | Be not companion to a furious man; neither lodge with a passionate man: |
|
25
|
25
|
| μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ. | lest thou learn of his ways, and get snares to thy soul. |
|
26
|
26
|
| μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον· | Become not surety from respect of a man's person. |
|
27
|
27
|
| ἐὰν γὰρ μὴ ἔχῃς πόθεν ἀποτίσῃς, λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου. | For if those have not whence to give compensation, they will take the bed that is under thee. |
|
28
|
28
|
| μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου. | Remove not the old landmarks, which thy fathers placed. |
|
29
|
29
|
| ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοῖς ἔργοις αὐτοῦ βασιλεῦσι δεῖ παρεστάναι καὶ μὴ παρεστάναι ἀνδράσι νωθροῖς. | It is fit that an observant man and one diligent in his business should attend on kings, and not attend on slothful men. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.