|
Κεφάλαιο 6
|
Chapter 6
|
|
1
|
1
|
| ΥΙΕ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ· | My son, if thou become surety for thy friend, thou shalt deliver thine hand to an enemy. |
|
2
|
2
|
| παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος. | For a man's own lips become a strong snare to him, and he is caught with the lips of his own mouth. |
|
3
|
3
|
| ποίει, υἱέ, ἃ ἐγώ σοι ἐντέλλομαι, καὶ σώζου· ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον. ἴσθι μὴ ἐκλυόμενος, παρόξυνε δὲ καὶ τὸν φίλον σου, ὃν ἐνεγγυήσω. | My son, do what I command thee, and deliver thyself; for on thy friend's account thou art come into the power of evil men: faint not, but stir up even thy friend for whom thou art become surety. |
|
4
|
4
|
| μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις, | Give not sleep to thine eyes, nor slumber with thine eyelids; |
|
5
|
5
|
| ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. | that thou mayest deliver thyself as a doe out of the toils, and as a bird out of a snare. |
|
6
|
6
|
| ῎Ιθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος· | Go to the ant, O sluggard; and see, and emulate his ways, and become wiser than he. |
|
7
|
7
|
| ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὤν, | For whereas he has no husbandry, nor any one to compel him, and is under no master, |
|
8
|
8
|
| ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. 8α ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστὶ τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται· 8β ἦς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται· ποθεινὴ δέ ἐστι πᾶσι καὶ ἐπίδοξος· 8γ καί περ οὖσα τῇ ρώμῃ ἀσθενής, τὴν σοφίαν τιμήσασα προήχθη. | he prepares food for himself in the summer, and lays by abundant store in harvest. |
|
9
|
9
|
| ἕως τίνος, ὀκνηρέ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; | How long wilt thou lie, O sluggard? and when wilt thou awake out of sleep? |
|
10
|
10
|
| ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη· | Thou sleepest a little, and thou restest a little, and thou slumberest a short time, and thou foldest thine arms over thy breast a little. |
|
11
|
11
|
| εἶτ᾿ ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς. 11α ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου, ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει. | Then poverty comes upon thee as an evil traveller, and want as a swift courier: |
|
12
|
12
|
| ᾿Ανὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς· | A foolish man and a transgressor goes in ways that are not good. |
|
13
|
13
|
| ὁ δ᾿ αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδί, διδάσκει δὲ ἐννεύμασι δακτύλων. | And the same winks with the eye, and makes a sign with his foot, and teaches with the beckonings of his fingers. |
|
14
|
14
|
| διεστραμμένῃ καρδίᾳ τεκταίνεται κακά, ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει. | His perverse heart devises evils: at all times such a one causes troubles to a city. |
|
15
|
15
|
| διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, διακοπὴ καὶ συντριβὴ ἀνίατος· | Therefore his destruction shall come suddenly; overthrow and irretrievable ruin. |
|
16
|
16
|
| ὅτι χαίρει πᾶσιν, οἷς μισεῖ ὁ Θεός, συντρίβεται δὲ δι᾿ ἀκαθαρσίαν ψυχῆς. | For he rejoices in all things which God hates, and he is ruined by reason of impurity of soul. |
|
17
|
17
|
| ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἷμα δικαίου | The eye of the haughty, a tongue unjust, hands shedding the blood of the just; |
|
18
|
18
|
| καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν. | and a heart devising evil thoughts, and feet hastening to do evil,—are hateful to God. |
|
19
|
19
|
| ἐκκαίει ψεύδη μάρτυς ἄδικος καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν. | An unjust witness kindles falsehoods, and brings on quarrels between brethren. |
|
20
|
20
|
| Υἱέ, φύλασσε νόμους πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· | My son, keep the laws of thy father, and reject not the ordinances of thy mother: |
|
21
|
21
|
| ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διαπαντὸς καὶ ἐγκλοίωσαι περὶ σῷ τραχήλῳ. | but bind them upon thy soul continually, and hang them as a chain about thy neck. |
|
22
|
22
|
| ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω· ὡς δ᾿ ἂν καθεύδῃς, φυλασσέτω σε, ἵνα ἐγειρομένῳ συλλαλῇ σοι. | Whensoever thou walkest, lead this along and let it be with thee; and when thou sleepest let it keep thee; that it may talk with thee when thou wakest. |
|
23
|
23
|
| ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς, ὁδὸς ζωῆς καὶ ἔλεγχος καὶ παιδεία | For the commandment of the law is a lamp and a light; a way of life; reproof also and correction: |
|
24
|
24
|
| τοῦ διαφυλάσσειν σὲ ἀπὸ γυναικὸς ὑπάνδρου καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας. | to keep thee continually from a married woman, and from the calumny of a strange tongue. |
|
25
|
25
|
| μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων· | Let not the desire of beauty overcome thee, neither be thou caught by thine eyes, neither be captivated with her eyelids. |
|
26
|
26
|
| τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου, γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. | For the value of a harlot is as much as of one loaf; and a woman hunts for the precious souls of men. |
|
27
|
27
|
| ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; | Shall any one bind fire in his bosom, and not burn his garments? |
|
28
|
28
|
| ἢ περιπατήσει τις ἐπ᾿ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει; | or will any one walk on coals of fire, and not burn his feet? |
|
29
|
29
|
| οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθῳωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς. | So is he that goes in to a married woman; he shall not be held guiltless, neither any one that touches her. |
|
30
|
30
|
| οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων, κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν· | It is not to be wondered at if one should be taken stealing, for he steals that when hungry he may satisfy his soul: |
|
31
|
31
|
| ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ρύσεται ἑαυτόν. | but if he should be taken, he shall repay sevenfold, and shall deliver himself by giving all his goods. |
|
32
|
32
|
| ὁ δὲ μοιχὸς δι᾿ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ περιποιεῖται, | But the adulterer through want of sense procures destruction to his soul. |
|
33
|
33
|
| ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει, τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα. | He endures both pain and disgrace, and his reproach shall never be wiped off. |
|
34
|
34
|
| μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, | For the soul of her husband is full of jealousy: he will not spare in the day of vengeance. |
|
35
|
35
|
| οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων. | He will not forego his enmity for any ransom: neither will he be reconciled for many gifts. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.