|
Κεφάλαιο 9
|
Chapter 9
|
|
1
|
1
|
| Η σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά· | Wisdom has built a house for herself, and set up seven pillars. |
|
2
|
2
|
| ἔσφαξε τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν· | She has killed her beasts; she has mingled her wine in a bowl, and prepared her table. |
|
3
|
3
|
| ἀπέστειλε τοὺς ἑαυτῆς δούλους συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· | She has sent forth her servants, calling with a loud proclamation to the feast, saying, |
|
4
|
4
|
| ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με· καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· | Whoso is foolish, let him turn aside to me: and to them that want understanding she says, |
|
5
|
5
|
| ἔλθετε φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον, ὃν ἐκέρασα ὑμῖν· | Come, eat of my bread, and drink wine which I have mingled for you. |
|
6
|
6
|
| ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε, καὶ ζητήσατε φρόνησιν, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. | Leave folly, that ye may reign for ever; and seek wisdom, and improve understanding by knowledge. |
|
7
|
7
|
| ῾Ο παιδεύων κακοὺς λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν. | He that reproves evil men shall get dishonour to himself; and he that rebukes an ungodly man shall disgrace himself. |
|
8
|
8
|
| μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. | Rebuke not evil men, lest they should hate thee: rebuke a wise man, and he will love thee. |
|
9
|
9
|
| δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. | Give an opportunity to a wise man, and he will be wiser: instruct a just man, and he will receive more instruction. |
|
10
|
10
|
| ἀρχὴ σοφίας φόβος Κυρίου, καὶ βουλὴ ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς· | The fear of the Lord is the beginning of wisdom, and the counsel of saints is understanding: |
|
11
|
11
|
| τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου. | For in this way thou shalt live long, and years of thy life shall be added to thee. |
|
12
|
12
|
| υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔση καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἂν ἀντλήσεις κακά. ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμαίνει ἀνέμους, ὁ δ᾿ αὐτὸς διώξεται ὄρνεα πετόμενα· ἀπέλιπε γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται· διαπορεύεται δὲ δι᾿ ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν. | Son, if thou be wise for thyself, thou shalt also be wise for thy neighbours; and if thou shouldest prove wicked, thou alone wilt bear the evil. |
|
13
|
13
|
| Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην. | A foolish and bold woman, who knows not modesty, comes to want a morsel. |
|
14
|
14
|
| ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου, ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις, | She sits at the doors of her house, on a seat openly in the streets, |
|
15
|
15
|
| προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν· | calling to passers by, and to those that are going right on their ways; |
|
16
|
16
|
| ὅς ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρός με καὶ τοῖς ἐνδεέσι φρονήσεως παρακελεύομαι λέγουσα· | saying, Whoso is most senseless of you, let him turn aside to me; and I exhort those that want prudence, saying, |
|
17
|
17
|
| ἄρτων κρυφίων ἡδέως ἅψασθε καὶ ὕδατος κλοπῆς γλυκεροῦ. | Take and enjoy secret bread, and the sweet water of theft. |
|
18
|
18
|
| ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ᾿ αὐτῇ ὄλλυνται, καὶ ἐπὶ πέταυρον ᾅδου συναντᾷ. 18α ἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ, μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν· 18β οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον· 18γ ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς, 18δ ἵνα πολὺν ζήσῃς χρόνον, προστεθῇ δέ σοι ἔτη ζωῆς. | But he knows that mighty men die by her, and he falls in with a snare of hell. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.