|
Κεφάλαιο 4
|
Chapter 4
|
|
1
|
1
|
| ΑΚΟΥΣΑΤΕ, παῖδες, παιδείαν πατρὸς καὶ προσέχετε γνῶναι ἔννοιαν· | Hear, ye children, the instruction of a father, and attend to know understanding. |
|
2
|
2
|
| δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε. | For I give you a good gift; forsake ye not my law. |
|
3
|
3
|
| υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός, | For I also was a son obedient to my father, and loved in the sight of my mother: |
|
4
|
4
|
| οἳ ἐδίδασκόν με καὶ ἔλεγον· ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν· φύλασσε ἐντολάς, μὴ ἐπιλάθῃ | who spoke and instructed me, saying, Let our speech be fixed in thine heart, keep our commandments, forget them not: |
|
5
|
5
|
| μηδὲ παρίδῃς ρῆσιν ἐμοῦ στόματος, | and do not neglect the speech of my mouth. |
|
6
|
6
|
| μηδὲ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου· ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε· | And forsake it not, and it shall cleave to thee: love it, and it shall keep thee. |
|
8
|
8
|
| περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ, | Secure it, and it shall exalt thee: honour it, that it may embrace thee; |
|
9
|
9
|
| ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. | that it may give unto thy head a crown of graces, and may cover thee with a crown of delight. |
|
10
|
10
|
| ῎Ακουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· | Hear, my son, and receive my words; and the years of thy life shall be increased, that the resources of thy life may be many. |
|
11
|
11
|
| ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. | For I teach thee the ways of wisdom; and I cause thee to go in right paths. |
|
12
|
12
|
| ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. | For when thou goest, thy steps shall not be straitened; and when thou runnest, thou shalt not be distressed. |
|
13
|
13
|
| ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. | Take hold of my instruction; let it not go,—but keep it for thyself for thy life. |
|
14
|
14
|
| ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· | Go not in the ways of the ungodly, neither covet the ways of transgressors. |
|
15
|
15
|
| ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ᾿ αὐτῶν καὶ παράλλαξον. | In whatever place they shall pitch their camp, go not thither; but turn from them, and pass away. |
|
16
|
16
|
| οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται· | For they cannot sleep, unless they have done evil: their sleep is taken away, and they rest not. |
|
17
|
17
|
| οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. | For these live upon the bread of ungodliness, and are drunken with wine of transgression. |
|
18
|
18
|
| αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· | But the ways of the righteous shine like light; they go on and shine, until the day be fully come. |
|
19
|
19
|
| αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν. | But the ways of the ungodly are dark; they know not how they stumble. |
|
20
|
20
|
| Υἱέ, ἐμῇ ρήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλλε σὸν οὖς, | My son, attend to my speech; and apply thine ear to my words: |
|
21
|
21
|
| ὅπως μὴ ἐκλίπωσί σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν καρδίᾳ· | that thy fountains may not fail thee; keep them in thine heart. |
|
22
|
22
|
| ζωὴ γάρ ἐστι τοῖς εὑρίσκουσιν αὐτὰς καὶ πάσῃ σαρκὶ ἴασις. | For they are life to those that find them, and health to all their flesh. |
|
23
|
23
|
| πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς. | Keep thine heart with the utmost care; for out of these are the issues of life. |
|
24
|
24
|
| περίελε σεαυτοῦ σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι. | Remove from thee a froward mouth, and put far away from thee unjust lips. |
|
25
|
25
|
| οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια. | Let thine eyes look right on, and let thine eyelids assent to just things. |
|
26
|
26
|
| ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ καὶ τὰς ὁδούς σου κατεύθυνε. | Make straight paths for thy feet, and order thy ways aright. |
|
27
|
27
|
| μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά, ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς· ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεός, διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν· αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου, τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει. | Turn not aside to the right hand nor to the left, but turn away thy foot from an evil way: |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.