|
Κεφάλαιο 7
|
Chapter 7
|
|
1
|
1
|
| ΥΙΕ, φύλασσε ἐμοὺς λόγους, τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ. υἱέ, τίμα τὸν Κύριον, καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον. | My son, keep my words, and hide with thee my commandments. |
|
2
|
2
|
| φύλαξον ἐμὰς ἐντολάς, καὶ βιώσεις, τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων· | keep my commandments, and thou shalt live; and keep my words as the pupils of thine eyes. |
|
3
|
3
|
| περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις, ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου. | And bind them on thy fingers, and write them on the table of thine heart. |
|
4
|
4
|
| εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ· | Say that wisdom is thy sister, and gain prudence as an acquaintance for thyself; |
|
5
|
5
|
| ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς, ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάλληται. | that she may keep thee from the strange and wicked woman, if she should assail thee with flattering words. |
|
6
|
6
|
| ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα, | For she looks from a window out of her house into the streets, at one whom she may see of the senseless ones, a young man void of understanding, |
|
7
|
7
|
| ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν, | passing by the corner in the passages near her house, |
|
8
|
8
|
| παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς καὶ λαλοῦντα | and speaking, in the dark of the evening, |
|
9
|
9
|
| ἐν σκότει ἑσπερινῷ, ἡνίκα ἂν ἡσυχία νυκτερινὴ ᾖ καὶ γνοφώδης, | when there happens to be the stillness of night and of darkness: |
|
10
|
10
|
| ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας. | and the woman meets him having the appearance of a harlot, that causes the hearts of young men to flutter. |
|
11
|
11
|
| ἀνεπτερωμένη δέ ἐστι καὶ ἄσωτος, ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς· | And she is fickle, and debauched, and her feet abide not at home. |
|
12
|
12
|
| χρόνον γάρ τινα ἔξω ρέμβεται, χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει. | For at one time she wanders without, and at another time she lies in wait in the streets, at every corner. |
|
13
|
13
|
| εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν, ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ· | Then she caught him, and kissed him, and with an impudent face said to him, |
|
14
|
14
|
| θυσία εἰρηνική μοί ἐστι, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου· | I have a peace-offering; to-day I pay my vows: |
|
15
|
15
|
| ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σοι, ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε. | therefore I came forth to meet thee, desiring thy face; and I have found thee. |
|
16
|
16
|
| κειρίαις τέτακα τὴν κλίνην μου, ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ᾿ Αἰγύπτου· | I have spread my bed with sheets, and I have covered it with double tapestry from Egypt. |
|
17
|
17
|
| διέρρακα τὴν κοίτην μου κροκίνῳ, τὸν δὲ οἶκόν μου κινναμώμῳ· | I have sprinkled my couch with saffron, and my house with cinnamon. |
|
18
|
18
|
| ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου, δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι· | Come, and let us enjoy love until the morning; come, and let us embrace in love. |
|
19
|
19
|
| οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ, πεπόρευται δὲ ὁδὸν μακρὰν | For my husband is not at home, but is gone on a long journey, |
|
20
|
20
|
| ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ, δι᾿ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ. | having taken in his hand a bundle of money: after many days he will return to his house. |
|
21
|
21
|
| ἀπεπλάνησε δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν. | So with much converse she prevailed on him to go astray, and with the snares of her lips she forced him from the right path. |
|
22
|
22
|
| ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς, ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς | And he followed her, being gently led on, and that as an ox is led to the slaughter, and as a dog to bonds, or as a hart shot in the liver with an arrow: |
|
23
|
23
|
| ἢ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ, σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα, οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει. | and he hastens as a bird into a snare, not knowing that he is running for his life. |
|
24
|
24
|
| νῦν οὖν, υἱέ, ἄκουέ μου καὶ πρόσεχε ρήμασι στόματός μου· | Now then, my son, hearken to me, and attend to the words of my mouth. |
|
25
|
25
|
| μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου, | Let not thine heart turn aside to her ways: |
|
26
|
26
|
| πολλοὺς γὰρ τρώσασα καταβέβληκε, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν· | for she has wounded and cast down many, and those whom she has slain are innumerable. |
|
27
|
27
|
| ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς κατάγουσαι εἰς τὰ ταμιεῖα τοῦ θανάτου. | Her house is the way of hell, leading down to the chambers of death. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.