|
Κεφάλαιο 22
|
Chapter 22
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ελιφὰζ ὁ Θαιμανίτης λέγει· | Then Eliphaz the Thæmanite answered and said, |
|
2
|
2
|
| πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; | Is it not the Lord that teaches understanding and knowledge? |
|
3
|
3
|
| τί γὰρ μέλει τῷ Κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; ἢ ὠφέλεια, ὅτι ἁπλώσεις τὴν ὁδόν σου; | For what matters it to the Lord, if thou wert blameless in thy works? or is it profitable that thou shouldest perfect thy way? |
|
4
|
4
|
| ἦ λόγον σου ποιούμενος ἐλέγξει σε, καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν; | Wilt thou maintain and plead thine own cause? and will he enter into judgment with thee? |
|
5
|
5
|
| πότερον οὐχ ἡ κακία σού ἐστι πολλή, ἀναρίθμητοι δὲ σού εἰσιν αἱ ἁμαρτίαι; | Is not thy wickedness abundant, and thy sins innumerable? |
|
6
|
6
|
| ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διακενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλου· | And thou hast taken security of thy brethren for nothing, and hast taken away the clothing of the naked. |
|
7
|
7
|
| οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν· | Neither hast thou given water to the thirsty to drink, but hast taken away the morsel of the hungry. |
|
8
|
8
|
| ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς. | And thou hast accepted the persons of some; and thou hast established those that were already settled on the earth. |
|
9
|
9
|
| χήρας δὲ ἐξαπέστειλας κενάς, ὀρφανοὺς δὲ ἐκάκωσας. | But thou hast sent widows away empty, and hast afflicted orphans. |
|
10
|
10
|
| τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέ σε πόλεμος ἐξαίσιος. | Therefore snares have compassed thee, and disastrous war has troubled thee. |
|
11
|
11
|
| τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψε. | The light has proved darkness to thee, and water has covered thee on thy lying down. |
|
12
|
12
|
| μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ; τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσε; | Does not he that dwells in the high places observe? and has he not brought down the proud? |
|
13
|
13
|
| καὶ εἶπας· τί ἔγνω ὁ ἰσχυρός; ἦ κατὰ τοῦ γνόφου κρινεῖ; | And thou hast said, What does the Mighty One know? does he judge in the dark? |
|
14
|
14
|
| νεφέλη ἀποκρυφὴ αὐτοῦ, καὶ οὐχ ὁραθήσεται καὶ γῦρον οὐρανοῦ διαπορεύεται. | A cloud is his hiding-place, and he shall not be seen; and he passes through the circle of heaven. |
|
15
|
15
|
| μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες δίκαιοι, | Wilt thou not mark the old way, which righteous men have trodden? |
|
16
|
16
|
| οἳ συνελήφθησαν ἄωροι; ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν, | who were seized before their time: their foundations are as an overflowing stream. |
|
17
|
17
|
| οἱ λέγοντες· Κύριος τί ποιήσει ἡμῖν; ἢ τί ἐπάξεται ἡμῖν ὁ Παντοκράτωρ; | Who say, What will the Lord do to us? or what will the Almighty bring upon us? |
|
18
|
18
|
| ὃς δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ᾿ αὐτοῦ. | Yet he filled their houses with good things: but the counsel of the wicked is far from him. |
|
19
|
19
|
| ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν. | The righteous have seen it, and laughed, and the blameless one has derided them. |
|
20
|
20
|
| εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. | Verily their substance has been utterly destroyed, and the fire shall devour what is left of their property. |
|
21
|
21
|
| γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς· εἶτα ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς. | Be firm, I pray thee, if thou canst endure; then thy fruit shall prosper. |
|
22
|
22
|
| ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν καὶ ἀνάλαβε τὰ ρήματα αὐτοῦ ἐν καρδίᾳ σου. | And receive a declaration from his mouth, and lay up his words in thine heart. |
|
23
|
23
|
| ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου, πόρρω ἐποίησας ἀπὸ διαίτης σου ἄδικον. | And if thou shalt turn and humble thyself before the Lord, thou hast thus removed unrighteousness far from thy habitation. |
|
24
|
24
|
| θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ καὶ ὡς πέτρα χειμάρρου Σωφίρ. | Thou shalt lay up for thyself treasure in a heap on the rock; and Sophir shall be as the rock of the torrent. |
|
25
|
25
|
| ἔσται οὖν σου ὁ Παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον. | So the Almighty shall be thy helper from enemies, and he shall bring thee forth pure as silver that has been tried by fire. |
|
26
|
26
|
| εἶτα παρρησιασθήσῃ ἐναντίον Κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς· | Then shalt thou have boldness before the Lord, looking up cheerfully to heaven. |
|
27
|
27
|
| εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου, δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς· | And he shall hear thee when thou prayest to him, and he shall grant thee power to pay thy vows. |
|
28
|
28
|
| ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος. | And he shall establish to thee again a habitation of righteousness and there shall be light upon thy paths. |
|
29
|
29
|
| ὅτι ἐταπείνωσας σεαυτόν, καὶ ἐρεῖς· ὑπερηφανεύσατο, καὶ κύφοντα ὀφθαλμοῖς σώσει. | Because thou hast humbled thyself; and thou shalt say, Man has behaved proudly, but he shall save him that is of lowly eyes. |
|
30
|
30
|
| ρύσεται ἀθῷον, καὶ διασώθητι ἐν καθαραῖς χερσί σου. | He shall deliver the innocent, and do thou save thyself by thy pure hands. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.