|
Κεφάλαιο 31
|
Chapter 31
|
|
1
|
1
|
| ΔΙΑΘΗΚΗΝ ἐθέμην τοῖς ὀφθαλμοῖς μου καὶ οὐ συνήσω ἐπὶ παρθένον. | I made a covenant with mine eyes, and I will not think upon a virgin. |
|
2
|
2
|
| καὶ τί ἐμέρισεν ὁ Θεὸς ἄνωθεν καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων; | Now what portion has God given from above? and is there an inheritance given of the Mighty One from the highest? |
|
3
|
3
|
| οὐχὶ ἀπώλεια τῷ ἀδίκῳ καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν; | Alas! destruction to the unrighteous, and rejection to them that do iniquity. |
|
4
|
4
|
| οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται; | Will he not see my way, and number all my steps? |
|
5
|
5
|
| εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον· | But if I had gone with scorners, and if too my foot has hasted to deceit: |
|
6
|
6
|
| ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, οἶδε δὲ ὁ Κύριος τὴν ἀκακίαν μου. | (for I am weighed in a just balance, and the Lord knows my innocence:) |
|
7
|
7
|
| εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ, εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου, εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων, | if my foot has turned aside out of the way, or if mine heart has followed mine eye, and if too I have touched gifts with my hands; |
|
8
|
8
|
| σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς. | then let me sow, and let others eat; and let me be uprooted on the earth. |
|
9
|
9
|
| εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς, | If my heart has gone forth after another man's wife, and if I laid wait at her doors; |
|
10
|
10
|
| ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ, τὰ δὲ νήπιά μου ταπεινωθείη· | then let my wife also please another, and let my children be brought low. |
|
11
|
11
|
| θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα· | For the rage of anger is not to be controlled, in the case of defiling another man's wife. |
|
12
|
12
|
| πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗ δ᾿ ἂν ἐπέλθῃ ἐκ ριζῶν ἀπώλεσεν. | For it is a fire burning on every side, and whomsoever it attacks, it utterly destroys. |
|
13
|
13
|
| εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρός με, | And if too I despised the judgment of my servant or my handmaid, when they pleaded with me; |
|
14
|
14
|
| τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιῆται ὁ Κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι; | what then shall I do if the Lord should try me? and if also he should at all visit me, can I make an answer? |
|
15
|
15
|
| πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασι; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. | Were not they too formed as I also was formed in the womb? yea, we were formed in the same womb. |
|
16
|
16
|
| ἀδύνατοι δὲ χρείαν, ἥν ποτε εἶχον, οὐκ ἀπέτυχον, χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. | But the helpless missed not whatever need they had, and I did not cause the eye of the widow to fail. |
|
17
|
17
|
| εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ ὀρφανῷ μετέδωκα· | And if too I ate my morsel alone, and did not impart of it to the orphan; |
|
18
|
18
|
| ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατήρ, καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα· | (for I nourished them as a father from my youth, and guided them from my mother's womb.) |
|
19
|
19
|
| εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα αὐτόν, | And if too I overlooked the naked as he was perishing, and did not clothe him; |
|
20
|
20
|
| ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν· | and if the poor did not bless me, and their shoulders were not warmed with the fleece of my lambs; |
|
21
|
21
|
| εἰ ἐπῇρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν, | if I lifted my hand against an orphan, trusting that my strength was far superior to his: |
|
22
|
22
|
| ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη. | let then my shoulder start from the blade-bone, and my arm be crushed off from the elbow. |
|
23
|
23
|
| φόβος γὰρ Κυρίου συνέσχε με, ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω. | For the fear of the Lord constrained me, and I cannot bear up by reason of his burden. |
|
24
|
24
|
| εἰ ἔταξα χρυσίον εἰς χοῦν μου, εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, | If I made gold my treasure, and if too I trusted the precious stone; |
|
25
|
25
|
| εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μοι γενομένου, εἰ δὲ καὶ ἐπ᾿ ἀναριθμήτοις ἐθέμην χεῖρά μου· | and if too I rejoiced when my wealth was abundant, and if too I laid my hand on innumerable treasures: |
|
26
|
26
|
| ἦ οὐχ ὁρῶ μὲν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπ᾿ αὐτοῖς ἐστιν. | (do we not see the shining sun eclipsed, and the moon waning? for they have not power to continue:) |
|
27
|
27
|
| καὶ εἰ ἠπατήθη λάθρᾳ ἡ καρδία μου, εἰ δὲ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα, | and if my heart was secretly deceived, and if I have laid my hand upon my mouth and kissed it: |
|
28
|
28
|
| καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη, ὅτι ἐψευσάμην ἐναντίον Κυρίου τοῦ ῾Υψίστου. | let this also then be reckoned to me as the greatest iniquity: for I should have lied against the Lord Most High. |
|
29
|
29
|
| εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου καὶ εἶπεν ἡ καρδία μου· εὖγε, | And if too I was glad at the fall of mine enemies, and mine heart said, Aha! |
|
30
|
30
|
| ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου, θρυλληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος. | let then mine ear hear my curse, and let me be a by-word among my people in my affliction. |
|
31
|
31
|
| εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θαράπαιναί μου· τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος· | And if too my handmaids have often said, Oh that we might be satisfied with his flesh; (whereas I was very kind: |
|
32
|
32
|
| ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο. | for the stranger did not lodge without, and my door was opened to every one that came:) |
|
33
|
33
|
| εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου, | or if too having sinned unintentionally, I hid my sin; |
|
34
|
34
|
| οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν· εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ, | (for I did not stand in awe of a great multitude, so as not to declare boldly before them:) and if too I permitted a poor man to go out of my door with an empty bosom: |
|
35
|
35
|
| τίς δῴη ἀκούοντά μου; χεῖρα δὲ Κυρίου εἰ μὴ ἐδεδοίκειν, συγγραφὴν δέ, ἣν εἶχον κατά τινος, | (Oh that I had a hearer,) and if I had not feared the hand of the Lord; and as to the written charge which I had against any one, |
|
36
|
36
|
| ἐπ᾿ ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον, | I would place it as a chaplet on my shoulders, and read it. |
|
37
|
37
|
| καὶ εἰ μὴ ρήξας αὐτὴν ἀπέδωκα, οὐθὲν λαβὼν παρὰ χρεωφειλέτου· | And if I did not read it and return it, having taken nothing from the debtor: |
|
38
|
38
|
| εἰ ἐπ᾿ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν, εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν, | If at any time the land groaned against me, and if its furrows mourned together; |
|
39
|
39
|
| εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς, εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα, | and if I ate its strength alone without price, and if too I grieved the heart of the owner of the soil, by taking aught from him: |
|
40
|
40
|
| ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος. καὶ ἐπαύσατο ᾿Ιὼβ ρήμασιν. | then let the nettle come up to me instead of wheat, and a bramble instead of barley. And Job ceased speaking. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.