|
Κεφάλαιο 5
|
Chapter 5
|
|
1
|
1
|
| ΕΠΙΚΑΛΕΣΑΙ δέ, εἴ τίς σοι ὑπακούσεται, ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ· | But call, if any one will hearken to thee, or if thou shalt see any of the holy angels. |
|
2
|
2
|
| καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος, | For wrath destroys the foolish one, and envy slays him that has gone astray. |
|
3
|
3
|
| ἐγὼ δὲ ἑώρακα ἄφρονας ρίζαν βάλλοντας, ἀλλ᾿ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα. | And I have seen foolish ones taking root: but suddenly their habitation was devoured. |
|
4
|
4
|
| πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος· | Let their children be far from safety, and let them be crushed at the doors of vile men, and let there be no deliverer. |
|
5
|
5
|
| ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται. ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς· | For what they have collected, the just shall eat; but they shall not be delivered out of calamities: let their strength be utterly exhausted. |
|
6
|
6
|
| οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος· | For labour cannot by any means come out of the earth, nor shall trouble spring out of the mountains: |
|
7
|
7
|
| ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται. | yet man is born to labour, and even so the vulture's young seek the high places. |
|
8
|
8
|
| οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου, Κύριον δὲ τῶν πάντων δεσπότην ἐπικαλέσομαι, | Nevertheless I will beseech the Lord, and will call upon the Lord, the sovereign of all; |
|
9
|
9
|
| τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· | who does great things and untraceable, glorious things also, and marvellous, of which there is no number: |
|
10
|
10
|
| τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ᾿ οὐρανόν· | who gives rain upon the earth, sending water on the earth: |
|
11
|
11
|
| τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα· | who exalts the lowly, and raises up them that are lost: |
|
12
|
12
|
| διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές. | frustrating the counsels of the crafty, and their hands shall not perform the truth: |
|
13
|
13
|
| ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν· | who takes the wise in their wisdom, and subverts the counsel of the crafty. |
|
14
|
14
|
| ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί. | In the day darkness shall come upon them, and let them grope in the noon-day even as in the night: |
|
15
|
15
|
| ἀπόλοιντο δὲ ἐν πολέμῳ, ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου· | and let them perish in war, and let the weak escape from the hand of the mighty. |
|
16
|
16
|
| εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐμφραχθείη. | And let the weak have hope, but the mouth of the unjust be stopped. |
|
17
|
17
|
| μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος, νουθέτημα δὲ Παντοκράτορος μὴ ἀπαναίνου· | But blessed is the man whom the Lord has reproved; and reject not thou the chastening of the Almighty. |
|
18
|
18
|
| αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο. | For he causes a man to be in pain, and restores him again: he smites, and his hands heal. |
|
19
|
19
|
| ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν. | Six times he shall deliver thee out of distresses: and in the seventh harm shall not touch thee. |
|
20
|
20
|
| ἐν λιμῷ ρύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε. | In famine he shall deliver thee from death: and in war he shall free thee from the power of the sword. |
|
21
|
21
|
| ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων. | He shall hide thee from the scourge of the tongue: and thou shalt not be afraid of coming evils. |
|
22
|
22
|
| ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς· | Thou shalt laugh at the unrighteous and the lawless: and thou shalt not be afraid of wild beasts. |
|
23
|
23
|
| θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσί σοι. | For the wild beasts of the field shall be at peace with thee. |
|
24
|
24
|
| εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ. | Then shalt thou know that thy house shall be at peace, and the provision for thy tabernacle shall not fail. |
|
25
|
25
|
| γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ. | And thou shalt know that thy seed shall be abundant; and thy children shall be like the herbage of the field. |
|
26
|
26
|
| ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνία ἅλωνος καθ᾿ ὥραν συγκομισθεῖσα. | And thou shalt come to the grave like ripe corn reaped in its season, or as a heap of the corn-flour collected in proper time. |
|
27
|
27
|
| ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῶ εἴ τι ἔπραξας. | Behold, we have thus sought out these matters; these are what we have heard: but do thou reflect with thyself, if thou hast done anything wrong. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.